Ancient Greek · ~11 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.83.1
Not analysed yet
εὖ εἰδότα τῆς μαντικῆς φησιν· «ὃς ᾔδη τά τ' ἐόντα τά τ' ἐσσόμενα πρό τ' ἐόντα» ἤτοι τά τε ἐνεστῶτα τά τε μέλλοντα καὶ τὰ προγενόμενα. ὅρα δὲ ὅπως ἀπὸ τοῦ ἐνεστῶτος ἀρξάμενος πρεσβεῖόν τι τῷ τοιούτῳ χρόνῳ χαρίζεται καὶ οὕτως ἐντρέπει τοὺς ἐξοστρακίζοντας τὸν ἐνεστῶτα καὶ μόνον παρῳχημένον χρόνον καὶ μέλλοντα δοξάζοντας. Ἰστέον δὲ ὅτι παρὰ μὲν τοῖς ὕστερον ὢν λέγεται καὶ ὄντα καὶ τὰ ὅμοια, παρὰ δὲ τῷ ποιητῇ ἀναλόγως μάλιστα μετὰ τοῦ ε ἀεὶ τὰ τοιαῦτα προφέρονται· ἐών γὰρ λέγει καὶ ἐόντα καὶ αἰὲν ἐόντες καὶ ἀγέραστος ἔω καὶ τὰ ἄλλα ὁμοίως. καὶ ἔχει οὕτως ἡ ἀκολουθία τῶν λέξεων. ἔστι γὰρ ἔω ῥῆμα, οὗ ὁ μέλλων ἔσω, δεύτερος ἀόριστος ἦον, ἡ μετοχὴ ἐών, ἐξ οὗ τὸ ἐόντος καὶ ἐόντα καὶ ἐοῦσα καὶ τὰ λοιπά. (v. 71) Ὅτι τὸ ἡγεῖσθαι ἐπὶ μὲν ἀρχῆς τινος λαμβανόμενον καὶ ἐξουσίας γενικῇ φαίνεται συντάσσεσθαι, οἷον ὁ Ἀγαμέμνων ἡγεῖται τῶν Ἑλλήνων. [ἐπὶ δὲ προοδεύσεως καὶ ὁδηγίας δοτικῇ μάλιστα συντάσσεται, ὡς τὸ «Κάλχας ἡγήσατο ταῖς ναυσί» τῶν Ἑλλήνων] εἰς Τροίαν. τοῦτο δὲ καὶ ἀφηγεῖσθαι παρὰ τοῖς ὕστερον λέγεται. ταὐτὸν γὰρ παρ' αὐτοῖς τὸ ἡγεῖσθαι καὶ προηγεῖσθαι καὶ ἀφηγεῖσθαι, [ναὶ μὴν καὶ τὸ ἐξηγεῖσθαι.] Σημείωσαι δὲ ὅτι τὸ τοιοῦτον ἐλλειπτικῶς ἐρρέθη, ὡς ἐάν γε κατὰ τὸ πλῆρες λεχθείη καὶ αὐτὸ γενικῇ συντάσσεται. ἔστι γὰρ τὸ ὅλον τοιοῦτον. Κάλχας ἡγήσατο ταῖς ναυσὶ τοῦ πρὸς τὴν Τροίαν πλοῦ. ὁμοίως δὲ συμβιβάζεται καὶ τὸ «Ποσειδῶν ἡγεῖται τοῖς πλέουσι» καὶ ὅσα τοιαῦτα. περὶ δὲ τῆς τοιαύτης συντάξεως καὶ τῆς τοῦ ἀνάσσειν καὶ τοῦ ἄρχειν καὶ ἐν τοῖς ἑξῆς ῥηθήσεται. [ἰστέον δὲ ὡς οἱ μεθ' Ὅμηρον ἔστιν ὅτε καὶ ἀντὶ τοῦ οἴεσθαι τὸ ἡγεῖσθαι τιθέασιν.] Ὅτι οὐ μόνον διὰ τοῦ ι αἱ ἐπεκτάσεις εἰσίν, ὡς ἐν τῷ οὑτωσί καὶ ταυτί καὶ νυνί, [ἔτι δὲ καὶ διὰ τῆς δε συλλαβῆς, ὡς προείρηται,] καὶ διὰ τῆς θα δὲ ὁμοίως, ὡς δηλοῖ τὸ ἔφησθα, ἦσθα, ἐθέλῃσθα καὶ τὰ τοιάδε, ἀλλ' οἵ γε παλαιοὶ καὶ τὸ ω τὸ μέγα ἔν τε ἄλλοις καὶ ἐν τῷ «Ἴλιον εἴσω» ἐπέκτασιν εἶναί φασι νοοῦντες τὸ εἴσω ἀντὶ αὐτῆς ἐκείνης τῆς εἰς προθέσεως. τοῦτο δὲ οὐδὲν καινόν, ἐὰν καὶ ἀντὶ ἐπιρρήματός τις νοήσῃ διφορουμένου κατὰ τὴν σύνταξιν. ὥσπερ γὰρ ἀπὸ τῆς ἐξ προθέσεως ἀεὶ γενικῇ συντασσομένης τὸ ἔξω ἐπίρρημα γενόμενον ἀεὶ καὶ αὐτὸ τὴν γενικὴν ἔχει σύνταξιν, οὕτως οὐδὲν παράλογον, εἰ καὶ τὸ εἴσω γενόμενον ἀπὸ τῆς εἰς προθέσεως διφορουμένης ἐν τῇ συντάξει διφορεῖται καὶ αὐτὸ καθ' ὁμοίωσιν ἐκείνης. καὶ ἐπείπερ ἡ εἰς πρόθεσις καὶ αἰτιατικῇ κοινῶς οἶδε συντάσσεσθαι, ναὶ μὴν ἀλλὰ καὶ γενικῇ Ἀττικῶς, ὡς τὸ εἰς Ἅιδου, διὰ τοῦτο καὶ τὸ εἴσω ποτὲ μὲν οὕτω συνταχθήσεται «Ἴλιον εἴσω», ποτὲ δὲ ἄλλως, οἷον «εἴσω τοῦ οἴκου». (v. 72) [Ὅτι πρὸς ὁμοιότητα τοῦ τοξοσύνη, βριθοσύνη καὶ ἑτέρων ὁμοίων, ἃ ἐν τοῖς ἑξῆς φανεῖται, λέγει Ὅμηρος ἐνταῦθα μαντοσύνην τὴν μαντικὴν τέχνην, εἰπών, ὡς ἡγήσατο Κάλχας νηυσὶν Ἀχαιῶν