Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.82
Not analysed yet
κατὰ τὴν αὐτὴν διάλεκτον καὶ τὸν αὐτὸν ἀριθμὸν ὁμοφωνεῖν τὸ τρίτον τῷ πρώτῳ, ἀλλ' ὁ τοιοῦτος κανὼν ἐπὶ τῶν ἀσυναιρέτων ῥημάτων εἴρηται. τὰ δὲ συναιρεθέντα, ἐπεὶ πάσχουσι καὶ οὕτω τῆς πρωτοτυπίας κατ' ἀνάγκην ἐκπίπτουσιν, οὐδὲ τὴν τοῦ κανόνος φυλάττουσι παρατήρησιν. Ἐνταῦθα δὲ ἰστέον καὶ ὡς ἔθος πολλάκις τῷ ποιητῇ, ὁπηνίκα τὴν ἀρχὴν προσώπου μνησθείη τινὸς ἢ ἐπιφανοῦς ἢ ἄλλως αὐτῷ χρησίμου, λαλεῖν τι περὶ αὐτοῦ ἐγκωμιαστικὸν καὶ οὕτως αὐτὸ ἐγγράφειν καὶ οἷον ἐγκαθίζειν εἰς μνήμην ταῖς τῶν ἀκροωμένων ψυχαῖς. καὶ τοῦτο πολλαχοῦ μὲν ποιήσει, ἄρχεται δὲ τῆς τοιαύτης μεθόδου ἐνταῦθα πρῶτον ἀπὸ τοῦ Κάλχαντος. γένος τε γὰρ αὐτοῦ ἐκτίθεται Θεστορίδην λέγων αὐτόν, καὶ τέχνην, ὅτι δηλαδὴ μάντις ἄριστος. [»ᾔδη γάρ», φησί, «τά τ' ἐόντα» καὶ ἑξῆς.] καὶ γὰρ ἐκ Μελάμποδος ἱστορεῖται κατάγεσθαι τοῦ ἐξοχωτάτου ἐν μάντεσιν, ὡς ἐν Ὀδυσσείᾳ ἱστόρηται. ἡ δὲ τοιαύτη τῷ ποιητῇ μέθοδος ἀφορμὴ γίνεται τοῦ πολλὰ ἱστορεῖν. ἐν γὰρ τοιούτοις τόποις καὶ γενεαλογεῖ καὶ τοπογραφεῖ καὶ πράξεις ἀρχαίας ἐκτίθεται καὶ ἄλλα καλὰ μυρία ποιεῖ. περίπυστος δὲ τὰ εἰς μαντικὴν ὁ Κάλχας, εἰ καὶ τὰ εἰς τελευτὴν ἐδυστύχησεν· ὃς Μόψῳ, τῷ ἐγγόνῳ Τειρεσίου, περιτυχὼν περί που Κολοφῶνα κατὰ τὸν Γεωγράφον—ἄλλοι γὰρ ἄλλως ἱστόρησαν—καὶ ἡττηθεὶς ἐπὶ μαντικῇ διὰ λύπην ἀπέθανε σφαλεὶς μὲν τοῦ ἀριθμοῦ τῶν ὀλόνθων τοῦ ἐρινεοῦ, ὡς καὶ Λυκόφρων ἱστορεῖ, οἳ τὸν ἀριθμὸν ἦσαν μύριοι κατὰ τὴν ἱστορίαν τοῦ Γεωγράφου, μέτρῳ δὲ μέδιμνος ἑνὸς ὀλόνθου περιττεύοντος· ἀστοχήσας δέ, φησί, καὶ τοῦ προβλήματος τῆς ὑός, ἥτις τρεῖς εἶχε χοίρους, ὧν ἡ μία θῆλυς. ὅτι δέ τινές φασιν ἐν τῇ τοῦ Κάλχαντος Ὁμηρικῇ γενεαλογίᾳ στίχους ἐκλελοιπέναι, ὁ Πορφύριος ἱστορεῖ ἐκτιθέμενος καὶ στίχους δύο, ἐν οἷς Εὐβοεύς τε φαίνεται εἶναι καὶ Ἄβαντος ἀπόγονος. [Ὅτι δὲ κάλχη ἡ πορφύρα καὶ ἀπ' αὐτῆς Κάλχας, ὁ ἢ πορφύρων, ὅ ἐστιν ἐν βάθει βυσσοδομεύων μαντικὰ ἢ ἀλλοῖά τινα, ἢ ὁ κατὰ χρόαν οἷον κάλχεος ἤγουν πορφύρεος καθ' ὁμοιότητα τοῦ Ὁμηρικοῦ Φοίνικος· καὶ ὅτι καλχαίνειν ἔπος ἢ τὸ πορφύρειν κατὰ νοῦν βύθιον ὡς ἐκ τῆς κάλχης ἢ τὸ μαντεύεσθαι ὡς ἐκ τοῦ Κάλχαντος, δῆλον ἀπὸ τῶν παλαιῶν. ὅτι δὲ ὁ οἰωνοπόλος καὶ οἰωνόμαντις λέγεται καὶ οἰωνοθέτης καὶ οἰωνιστής, δηλοῦσιν οἱ παλαιοί, παρ' οἷς καὶ ἡ ὀνειροκριτικὴ περιφραζομένη μαντεία λέγεται «βροτῶν δεινοῖς ἐν ὀνείροις».] Ὅτι ἀρετὴ μάντεως εὐδοκίμου, εἰδέναι τὰ κατὰ τὴν χρονικὴν τριμέρειαν. διὸ καὶ ὁ ποιητὴς ἐπαινῶν τὸν Κάλχαντα ὡς