Ancient Greek · ~12 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.86.1
Not analysed yet
θήσω σοι, ἀλλ' ἕως ἂν ζῶν περίβλεπτος ὦ καὶ ἐπιφανῶς ἔχω. τοπικοῦ δὲ ἐν τῷ «κοίλαις παρὰ νηυσί» μονονουχὶ λέγων, ὅτι καὶ ζῶν καὶ φαινόμενος οὐδ' οὕτω διόλου ἐπαρήξω σοι, ἀλλ' ἕως ἐνταῦθα ἐν τῇ Τροίᾳ ἐσμέν. οὐ γὰρ δήπου καὶ εἰς τὴν Φθίαν ἀπονοστήσας ὀφειλέτης σοι τῆς ἀρωγῆς ἔσομαι. ἐπεὶ δὲ οὗτος ὁ λόγος ἀπέκναιε τὸν Κάλχαντα, ἐπάγει εὐθὺς ὁ Ἀχιλλεὺς καὶ θεραπείαν εἰπών· «ὃς νῦν ἄριστος ἐν στρατῷ εὔχεται εἶναι», οἱονεὶ λέγων, ὅτι ἐὰν ἐνταῦθα βοηθήσω σοι, ἔχεις τὸ πᾶν. καὶ γὰρ ἐν ταῖς ναυσὶν ἔστι σοι χρεία τῆς ἀρωγῆς καὶ οὐχ' ὕστερον μετὰ τὴν τοῦ πολέμου λύσιν. νῦν γὰρ ἄριστος ὁ Ἀγαμέμνων, ὡς αἱρετὸς εὐρυκρείων τυγχάνων, ὕστερον δὲ Μυκήνης μόνης ἐσόμενος βασιλεύς. καὶ ὅρα, ὅπως ἔχῃ τι οὐκ ὀλίγον αὐστηρότητος ὁ τοῦ Ἀχιλλέως οὗτος λόγος. οὔτε γὰρ εἶπεν ἀπολύτως, ὅτι ὁ Ἀγαμέμνων ἄριστος, ἀλλὰ νῦν ἄριστος. καὶ οὐδὲ ὅτι ἄριστός ἐστιν, ἀλλὰ εὔχεται εἶναι τουτέστιν ᾄδεται, λέγεται· καὶ οὐδὲ ἄριστος ἁπλῶς, οἷον καὶ γένει καὶ ἀνδρίᾳ καὶ παρὰ ὅλοις Ἕλλησιν, ἀλλὰ ἐν τῷ στρατῷ. ἑαυτὸν δὲ προϊὼν ἐρεῖ τοιοῦτον ἐν τῷ «ἄριστον Ἀχαιῶν οὐδὲν ἐτίμησας» τουτέστιν ἐμὲ τὸν καὶ βασιλέα καὶ ἀνδρειότατον καὶ εὐγενέστατον. διὸ καὶ ὁ Ἀγαμέμνων συνάγει χόλον τινὰ καὶ ἐν τούτοις. πικρὰ γὰρ τά τε ἄλλα καὶ τὸ «οὐδ' ἢν Ἀγαμέμνονα εἴπῃς», εἰ καὶ παράκειται οἷον γλυκύ τι «τὸ ἄριστος ἐν στρατῷ», ὃ καὶ αὐτὸ ἔχει τι πικρίας, ὡς εἴρηται. (v. 88 s.) Σημείωσαι δὲ ὅτι καὶ τὸ «οὔτις σοι βαρείας χεῖρας ἐποίσει» εὐστόχως συνεφωνήθη παρὰ τοῦ Ἀχιλλέως. μονονουχὶ γὰρ λέγει ὡς οὐ μέχρι καὶ τῶν σμικροτάτων καταγενήσεται τῶν ἐχθραινόντων τῷ Κάλχαντι. τοῦτο γὰρ ἀγεννὲς καὶ ψοφοδεές, οἷον εἴ τις ἀπειλεῖται ἢ δακτύλων δείξεσιν ἐρεθίζει ἢ χεῖρας ἐπισείει. ἀλλὰ κατὰ βαρείας χειρῶν ἐπαγωγῆς ἐνστήσεται. διὸ οὐδὲ τὸ ἔπεσι βοηθῆσαι ῥητῶς ἐξεφώνησεν, ἀλλὰ νοηθῆναι αὐτὸ ἀφῆκεν. οὐ γὰρ ἐχρῆν ὀμόσαι τὸν Ἀχιλλέα γλώσσαις ἀντεπεξελθεῖν λοιδόροις καὶ «ἔπος ἐρείδειν πρὸς ἔπος», ὃ καὶ γυναῖκες ἂν ποιήσαιεν. ὅρα δὲ καὶ ὅτι ἐν οἷς ἄνω εἶπεν ὁ Κάλχας, ὡς ὁ Ἀγαμέμνων «πάντων Ἀργείων κρατέει καί οἱ πείθονται Ἀχαιοί», εὐρυκρείων τε ὁ Ἀγαμέμνων δείκνυται καὶ ἀγαθὸς βασιλεύς, ὅπερ καὶ ἀλλαχοῦ μαρτυρεῖται· εὐρυκρείων μὲν ὡς πάντων κρατῶν, ἀγαθὸς δὲ ὅτι πειθοῖ ἄγει καὶ οὐ βίᾳ τὸν λαόν. καὶ ὅτι ὁ μὲν Κάλχας ᾐδέσθη ἄντικρυς καὶ ὀνομαστὶ εἰπεῖν, ὅτι λυπήσει τὸν Ἀγαμέμνονα, [οἷα καὶ αὐτὸς εἰπεῖν ἔχων τὸ «ὀνομάζειν αἰδέομαι», ὅπερ ἐν Ὀδυσσείᾳ κεῖται.] συμβολικῶς δὲ εἶπεν ὅτι χολώσει τὸν μέγα δυνάμενον. ὁ δέ γε Ἀχιλλεὺς καὶ ἐξ ὀνόματος εἶπεν αὐτὸν πολὺ τὸ θάρσος ἔχων, ὃ καὶ αὐτὸ τὸν βασιλέα πάντως ἐλύπησεν. (v. 81) Ὅρα δὲ καὶ ὅτι πάνυ κυριολεκτεῖ ἐν τῷ «εἰ γὰρ τὸν χόλον καὶ αὐτῆμαρ» ἤγουν αὐθημερόν «καταπέψῃ, ἀλλὰ καὶ μετόπισθεν ἔχει κότον». χόλος γὰρ καταπεφθεὶς κότος γίνεται. τοῦτο δὲ καὶ ὁρισμὸς μνησικακίας ἐστίν, ὥσπερ καὶ τὸ «ἄνδρ' ἀπαμύνασθαι, ὅτε τις πρότερος χαλεπήνῃ». ὀρθῶς γὰρ ἔχει φάναι, ὅτι μνησικακῆσαί ἐστι τὸ χόλον