Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.87
Not analysed yet
αὐτῆμαρ καταπέψαι, μετόπισθεν δὲ ἔχειν κότον, ὄφρα τελέσσει. τὸ δέ «καταπέψῃ» μετηνέχθη ἀπὸ τῶν σιτίων τῶν μετὰ βρῶσιν ἱκανῶς κατασχεθέντων ἔσω ἄχρι καὶ πέψεως. οὕτω γὰρ καὶ ὁ κρυψίχολος πέττειν δοκεῖ τὸν θυμόν, ὃ δὴ κότος ἐστίν. ὁ δὲ μὴ κρύπτειν εἰδὼς τὸν θυμόν, ἐκεῖνος οὐ πέττει, ἀλλὰ τρόπον τινὰ ἐξεμεῖ. [Ὅτι δὲ τὸ πέσσειν καὶ ἀντὶ τοῦ θεραπεύειν κεῖταί ποτε, φανεῖται ἐν τοῖς ἑξῆς.] οὐκ ἀπὸ τοῦ πέττω δὲ γίνεται τὸ πέψῃ, ἀλλὰ ἀπὸ τοῦ πέπτω σεσιγημένου ἐνεστῶτος. διφορεῖται γὰρ καὶ αὐτός, ὡς καὶ τὸ καλύπτω, ὅπερ ἔοικε καὶ καλύσσω εἶναι, ἀφ' οὗ ὁ κάλυξ γίνεται. οὕτω δὲ καὶ τὸ βλάπτω ἑτεροίως διφορεῖται βλάβω λεγόμενον, ὡς ἀλλαχοῦ φανεῖται, [ἀπὸ τοῦ βέβλαφα παρακειμένου ἀνηγμένου εἰς ἐνεστῶτα καὶ τρέψαντος τὸ φ συνήθως εἰς β. ὃ γίνεται καὶ ἐπὶ τοῦ βλεμεαίνειν, ὅπερ ἐστὶν ἀναρρώνυσθαι καὶ προθυμεῖσθαι, ὡς ἀπὸ φλεβός, φασίν. ὅθεν καὶ ἀβλεμὲς τὸ νωθρόν, ὡς οἷον ἀφλεβές τι ὄν, καθὰ καὶ βλεμεαίνειν τὸ ὡσανεὶ φλεβεαίνειν, περὶ οὗ καὶ ἀλλαχοῦ δηλωθήσεται.] Ὅτι δὲ τοῦ πέττειν προϋπάρχει τὸ πέπτειν καὶ ὅτι Αἰολικόν ἐστιν, Ἡρακλείδης δηλοῖ φάμενος οὕτω· «Αἰολεῖς τὰ εἰς πτω λήγοντα βαρυτονοῦντες μετατιθέασιν εἰς δύο σσ, ὡς καὶ ἡ Ὀδύσσεια δηλοῖ· οἷον, πέπτω πέσσω, ὄπτω ὄσσω «ὀσσόμενος πατέρ' ἐσθλόν». Ἡρόδοτος δὲ τὸ χόλον καταπέψαι «χόλον πιέσαι» φησίν. Ἐν δὲ τῷ «οὐ μὰ γὰρ Ἀπόλλωνα Διῒ φίλον» σκοπητέον, ὅτι καὶ τὴν ἄρχουσαν τοῦ Ἀπόλλωνος ἐκτείνει ὁ ποιητὴς καὶ τὴν λήγουσαν τῆς Διῒ δοτικῆς, ὅπερ καὶ ἐν ἀμφοτέροις παρὰ τὴν κοινὴν ἀναλογίαν ἐστί. τὸ δὲ μα ἐπίρρημά ἐστιν ἀπωμοτικόν, περὶ οὗ ῥηθήσεται μετ' ὀλίγα ἐν τῷ «ναὶ μὰ τόδε σκῆπτρον». Τὸ δέ «οὐ μὰ γὰρ Ἀπόλλωνα οὔτις ἐμεῦ ζῶντος βαρείας σοι χεῖρας ἐποίσει» Ἀττικὸν σχῆμά ἐστι τῶν δύο ἀποφάσεων λαμβανομένων ἀντὶ μιᾶς. Βαρεῖαι δὲ χεῖρες αἱ κακοποιοί, ὡς καὶ προϊὼν ἐρεῖ ὁ ποιητὴς ἐπὶ Ἀπόλλωνος. [Σημείωσαι δὲ ὅτι βαρείας χεῖρας ἔχειν οὐ ταὐτόν ἐστι τῷ χερσὶ βρίθειν ἀεί, ἀλλὰ ποτὲ μὲν πλουσιότητα δηλοῖ τὸ τοιοῦτον· δύναται δὲ ποτὲ καὶ Ὁμηρικῶς νοεῖσθαι, ὡς καὶ ἐν τῷ «εἴ τινος πλέον ἢ χειρὶ βρίθεις» ἀντὶ τοῦ δυνατὸς εἶ. (v. 77) Τὸ δὲ πρόφρων ταὐτόν ἐστι τῷ ὑπέρφρων. αὐτὸ δὲ διχῶς· ὑπέρφρων γὰρ οὐ μόνον ὁ ὑπέρ τινος φρονῶν, ὡς ἐν τοῖς ῥηθεῖσι νοεῖται, ἀλλὰ καὶ ὁ περιφρονῶν τινα, καθὰ κεῖται ἀλλαχοῦ. (v. 78) Τὸ δὲ ὀΐομαι ὅτι ἐκ τοῦ οἴομαι διαλέλυται καὶ ὅτι