Ancient Greek · ~8 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.89
Not analysed yet
εὐθεῖα οἱ χέρῃες.] Ἰστέον δὲ ὅτι εἰς τὸ νοηθῆναι τὴν ῥηθεῖσαν Ὁμηρικὴν γνώμην συντελεῖ καὶ τοῦ Σοφοκλέος τὸ «οὐκ ἐκπέλει φρονεῖν μέγα, ὃς δοῦλός ἐστι τῶν πέλας». καὶ Εὐριπίδης δὲ φανερῶς αὐτὴν παραφράζει ἐν τῷ «καί πως ὀλίγ' ἀρχόμενοι, πολλὰ κρατοῦντες χαλεπῶς ὀργὴν μεταβάλλουσιν» ἤγουν οἱ βασιλεῖς διὰ μικρὰν ἀρχὴν λύπης δυσκατάλλακτοί εἰσιν ὡς πολλὰ κρατοῦντες ἤτοι ὡς κρείσσονες. ταὐτὸν γὰρ ὁ πολλὰ κρατῶν καὶ ὁ κρείσσων, οἷς ἐναντίον ὁ ἥσσων. ἑρμηνεύει δέ πως παραφραστικῶς τὴν αὐτὴν γνώμην καὶ ῥήτωρ ὁ ἐν ὀγδόῳ αὐτοῦ Λόγῳ οὕτως εἰπών· «πρὸς ταῦτα ῥητόρευε καὶ δίκαια καὶ πρέποντα καὶ συμφέροντα, μάτην ὁριζόμενος, ὡς οὐδενὸς προσδεῖται ὁ κρατῶν τὸ βούλημα τὸ ἴδιον τούτων ἕκαστα ποιούμενος». μονονουχὶ γὰρ ὁ τοιοῦτος ῥήτωρ τὸν χωόμενον βασιλέα κρείσσω εἶναι λέγει, ὡς τὸ οἰκεῖον βούλημα κρατύνοντα καὶ μηδενὸς ὑπακούοντα. (v. 84) Ὅτι ἀμείβεσθαί ἐστιν οὐ μόνον ἔργοις ἀλλὰ καὶ λόγοις. οὕτω γοῦν ὁ ποιητὴς τὸ ἀνταπολογεῖσθαι καὶ ὅλως λαλεῖν τι πρὸς τὰ προλαληθέντα ἀμείβεσθαι λέγει. ἐντεῦθεν δὲ καὶ λόγοι ἀμοιβαῖοι παρὰ τοῖς ποιηταῖς, ἐν οἷς τὰ πρόσωπα στιχηρῶς ἢ καὶ ἄλλως συντομώτερον πρὸς ἄλληλα φθέγγονται, ὅπερ καὶ ἀλληλογραφία λέγεται. Σημείωσαι δὲ ὅτι νῦν μὲν οὐ σαφῶς εἶπεν, ἀλλαχοῦ δὲ σαφηνίζει τὴν λέξιν ἐν τῷ «ἀμείβετο φώνησέν τε» καὶ ἐν τῷ «Ἑλένη μύθοις ἀμείβετο». (v. 85) Ὅτι θεοπρόπος ὁ μάντις ὁ θεοῖς πρέπων ἢ τὰ θεοῖς πρέποντα λέγων καὶ θεοπρόπιον τὸ αὐτοῦ λόγιον ἤτοι μάντευμα καὶ θεοπροπία ἡ μαντεία καὶ τὸ ῥῆμα θεοπροπέω, ὅθεν καὶ μετοχὴ τὸ «ἐν Δαναοῖς θεοπροπέων ἀγορεύεις». ἦν δὲ καὶ τάγμα τι θεῖον ἐν Δελφοῖς, οἱ θεοπρόποι, οἳ καθ' Ἡρόδοτον ἐσιτοῦντο μετὰ τῶν βασιλέων τὰ δημόσια. [Συγκέκοπται δὲ τὸ πρέπειν ἐκ τοῦ περιέπειν, ἐπειδὴ τὰ ἐκπρεπῆ καὶ εὐπρεπῆ καὶ ἀριπρεπῆ καὶ ἀληθῶς πρέποντα καὶ ἐπιπρέποντα περιέπομεν. (v. 87) Ὅτι ἐν τῷ «Δαναοῖσι θεοπροπίας ἀναφαίνεις» οὐκ ἔστι καιριώτερον φάναι τοῦ «ἀναφαίνεις»· οἱ δὲ μεθ' Ὅμηρον ἐντεῦθεν ὁρμώμενοι εἶπον τὸ «ἀνεῖλεν ὁ Φοῖβος» καὶ ὅσα τοιαῦτα.] (v. 92) Ὅτι αὐδᾶν λέγεται τὸ ἀνθρωπίνως λαλεῖν. αὐδὴ γὰρ οὐχ' ἁπλῶς ἡ τυχοῦσα φωνή, ἀλλ' ἡ ἀνθρωπίνη.