Ancient Greek · ~10 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.88
Not analysed yet
καὶ ὀΐω λέγεται τὸ αὐτὸ ἐνεργητικῶς, ἐκδηλότατόν ἐστιν.] Ἐν δὲ τῷ χολωσέμεν ἰστέον, ὡς τὰ εἰς ειν ἀπαρέμφατα εἰς εν ποιοῦσιν οἱ Δωριεῖς ἀποβολῇ τοῦ ι, ὡς καὶ μετ' ὀλίγα ῥηθήσεται. ἀντὶ γὰρ τοῦ λέγειν καὶ γράφειν λέγεν φασὶ καὶ γράφεν. ταῦτα δὲ προσλήψει τῆς με συλλαβῆς λεγέμεν γίνεται καὶ γραφέμεν. οὕτω γοῦν καὶ τὸ χολωσέμεν παράγεται χολώσειν χολώσεν χολωσέμεν. [Σημείωσαι δὲ ὅτι ἐν τοῖς ῥηθεῖσιν ὑπὸ τοῦ Κάλχαντος ἔπαινος βασιλέως ὑψηλοῦ τε καὶ ἀγαθοῦ δηλοῦται εἶναι τὸ πολλῶν τε κρατεῖν καὶ εὐπειθῶν, ὁποῖοι καὶ οἱ Ἀχαιοὶ τῷ Ἀγαμέμνονι ἐφάνησαν ἐν τοῖς κατὰ τὸν Χρύσην. ἔφη γοῦν ὁ Κάλχας τὸν Ἀτρείδην πάντων μέγα κρατέειν ὡς εὐρυκρείοντα εἴτ' οὖν εὐρυμέδοντα καί οἱ τοὺς τοιούτους πείθεσθαι. Καὶ ὅρα τὸ μέγα, ὄνομα ὂν ἐπιρρηματικὸν ἢ καὶ ἄλλως εἰπεῖν ἐπίρρημα ὀνοματικόν, ὁποῖον καὶ τὸ «πρόφρων ἀρήξειν» καὶ πρὸ αὐτῶν τὸ «ὄχ' ἄριστος» ἤγουν ἐξόχως, ἐν ᾧ λείπει πρόθεσις πάντως ἡ ἐξ καθὰ καὶ ἐν τῷ Ὄχη· ὄρος δὲ ἡ Ὄχη Καρύστιον ἐξέχον ἐν τοῖς ἐκεῖ.] (v. 80) Ὅτι τὸ «κρείσσων γὰρ βασιλεύς, ὅτε χώσεται ἀνδρὶ χέρῃϊ» πρῶτόν ἐστιν ὧδε γνωμικὸν παρὰ τῷ ποιητῇ [καὶ κατὰ τὸν εἰπόντα ὑφεστηκυῖα γνώμη σοφὴ] ἤγουν γνωμάτευμα καθολικὸν περὶ βιωτικοῦ τινος πράγματος διδάσκον οἷός ποτε ὁ ἄρχων κατὰ ἐλάττονος θυμωθείς. λέγει δὲ ὅτι, ὅτε βασιλεὺς ἄνδρα ταπεινὸν κυρώσει ἀμύνασθαι, ἀήττητός ἐστι. καὶ γὰρ καὶ τὸ χώεσθαι πολλάκις ὀργὴν δηλοῖ ἔμπρακτον, ὡς τὸ «ὅτι τόσσον ἐχώσατο Φοῖβος Ἀπόλλων». καὶ τὸ κρείσσων ἐπὶ νικῶντος καὶ ἐπικρατεστέρου τίθεται, ὡς τὸ «ὁππότερος δέ κε νικήσῃ κρείσσων τε γένηται» καὶ παρ' Εὐριπίδῃ «ἀνάγκαι κρείσσονες» αἱ ὑπερτεροῦσαι καὶ κραταιαὶ καὶ ὡς εἰπεῖν δυνατώταται· καὶ πάλιν «ἐπεὶ δὲ κρεῖσσον τὸ κακόν ἐστι τοῦ ἀγαθοῦ» καὶ «ναυτικὴ ἀναρχία κρείσσων πυρός». [ὁ δὲ τοιοῦτος κρείσσων, οὗ καὶ ῥῆμα τὸ κρεισσῶ παραδιδόασιν οἱ παλαιοί, λέγοιτ' ἂν μάλα καιρίως καὶ ἀρείων παρὰ τὸ Ἄρης κατὰ τὸ «τί λέληκας; ἔχει νύ σε πολλὸν ἀρείων».] εἶτα τὸν τοιοῦτον λόγον πιστούμενος ἐπάγει «εἴπερ γάρ τε χόλον γε καὶ αὐτῆμαρ καταπέψῃ» καὶ ἑξῆς, ὡς προγέγραπται. ὁ μὲν γὰρ χοώμενος ἀνδρὶ μὴ χερείονι ἁρπαγιμαῖον ἔχει τὸν καιρὸν τῆς ἀμύνης, ὃν τυχὸν μὲν εὑρηκὼς γενήσεται κρείττων τοῦ ἐχθροῦ, τυχὸν δὲ οὔ. ὁ δὲ τῷ χείρονι χωόμενος ἀεὶ καιρὸν ἔχων ἀήττητός ἐστι. Τὸ δέ «χέρῃϊ» συγκοπὴν ἔχει ἐκ τοῦ χερείων ὁ χείρων, χερείονος, χερείονι καὶ ἐν συγκοπῇ χέρειι καὶ τροπῇ τοῦ ε τῆς ει διφθόγγου εἰς η χέρῃϊ, οὗ ἡ αἰτιατικὴ χέρῃα [καὶ πληθυντικὴ