Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.91
Not analysed yet
ἐφελκομένη· οὐ μὴν δὲ ἀλλὰ καὶ ἡ αἰδήμων καί, ὥς φασιν οἱ παλαιοί, ἡ οὐκ ἀτενὴς τὴν θέαν ἀλλὰ εἰς ἑαυτὴν ἑλίσσουσα· ἢ καὶ ἡ μελανόφθαλμος καὶ οὕτως εὐπρεπὴς διὰ τὸ ἑλικούς, ὅ ἐστι μέλανας, ἔχειν τοὺς ὦπας. ἡ δὲ τοιαύτη καὶ ἑλικοβλέφαρος λέγεται. ὅτι δὲ τὸ μέλαν ἑλικὸν λέγεται, δηλοῖ καὶ ὁ εἰπὼν τὸν Αἴσηπον ποταμόν «ἑλικώτατον ὕδωρ». Ἰστέον δὲ ὅτι τε κόρην τὴν Χρυσηΐδα λέγει οὐχ' ὡς παρθένον—ψευδὲς γὰρ νῦν τοῦτο—ἀλλ' ὡς ἁπλῶς νεάνιδα. τοῦτο δὲ καὶ ἐν τοῖς ἑξῆς εὑρεθήσεται παρὰ τῷ ποιητῇ. καὶ ὅτι Λιταῖς ἀπειθήσας ὁ βασιλεύς, αἳ δίχα τῶν ἄλλων σεμνῶν καὶ δώροις ἐδεξιοῦντο αὐτόν, ὕστερον οὐ μόνον ἀπριάτην ἀποδώσει τὴν ζητηθεῖσαν, ὡς εἴρηται, ἀλλὰ καὶ ἑκατόμβην προσεπιθήσει· ἐν δὲ τοῖς ἑξῆς καὶ Ἄτη ἐπελεύσεται αὐτῷ, ὡς μὴ αἰδεσαμένῳ τὰς τοῦ Διὸς θυγατέρας Λιτάς. τοιαύτη γὰρ ἡ τῶν Λιτῶν φύσις, ὡς ἐν τῇ ἰῶτα ῥαψῳδίᾳ ῥηθήσεται. καὶ Ἀχιλλεὺς δὲ τὰς τοῦ βασιλέως μετὰ ταῦτα λιτὰς παρωσάμενος βλαβήσεται. (v. 99) Ἐνταῦθα δὲ τοῦ ἄγειν ἐπὶ ἐμψύχων ῥηθέντος ἐν τῷ «ἄγειν θ' ἱερὴν ἑκατόμβην» ἰστέον ὅτι διαφορά ἐστι τοῦ ἄγειν καὶ τοῦ φέρειν, ὡς φανερὸν ἔσται καὶ ὅπου λέγει τις παρὰ τῷ ποιητῇ μηδὲν ἔχειν ἐν Τροίᾳ, ὅπερ ἂν ἄγοιεν ἢ φέροιεν οἱ ἐχθροί, τοῦτο δὲ δηλοῦται καὶ ἐν τῷ «ἄγομαι, φέρομαι, τὰ χρήματ' ἐνεχυράζομαι». καί φασί τινες τὸ μὲν ἄγειν ἐπὶ ἐμψύχων λέγεσθαι καὶ τὸ ἄγεσθαι, τὸ δὲ φέρεσθαι καὶ φέρειν ἐπὶ ἀψύχων· ὅθεν καὶ φορεῖον καὶ φοράδην ἐπίρρημα καὶ φέρτρον ἡ νεκροφόρος κλίνη καὶ φορεῖν σκῆπτρον ἤτοι φέρειν, ὃ καὶ φοραίνειν ὁ ποιητὴς λέγεσθαι οἶδεν, ὡς ἐκ τοῦ φορῆναι φαίνεται. ἕτεροι δὲ ὁρῶντες τοῦτο πολλαχοῦ ἀληθῶς διαφωνοῦν φασιν, ὅτι ἄγειν λέγεται τὸ ἐπὶ νηὸς ἢ ἅρματος. οἳ τί ἂν εἴποιεν πρὸς τὸ «βοῦν ἀγέτην κεράων» καὶ πρὸς τὰ ὅμοια; κάλλιον οὖν λέγουσιν οἱ πρῶτοι πλὴν ἐκ τοῦ πλεονάζοντος καὶ αὐτοί. εἰ γὰρ καὶ φανερῶς διαφέρει τὰ ῥηθέντα, καθὰ δηλοῖ καὶ τὸ «τὰ μὲν ἦγον, τὰ δὲ ἔφερον», ὡς δοκεῖν ἄγεσθαι μὲν τὰ αὐτοκίνητα, φέρεσθαι δὲ τὰ βασταζόμενα, ὅμως ἔστιν ὅτε ἀδιαφοροῦσιν, ὡς ἀντὶ ἀλλήλων λαμβάνεσθαι καὶ ἐπὶ ἑτέρων δέ τινων σημαινομένων τίθεσθαι, ὡς πολλαχοῦ