Ancient Greek · ~10 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.92
Not analysed yet
φανήσεται, [καὶ μάλιστα παρὰ τοῖς ὕστερον, οἳ καὶ τὸ προσφέρειν καὶ τὸ προσάγειν ἀδιαφορεῖν οἴδασιν.] (v. 102) Ὅτι οἱ μὲν ἄλλοι τῶν ἐν τῇ Τροίᾳ ἡγεμόνων βασιλεῖς λέγονται καὶ κρείοντες, Ἀγαμέμνων δὲ καὶ εὐρυκρείων [συνθέτως ἢ εὐρὺ κρείων ἐν παραθέσει, περὶ οὗ κανών τις ἐν τοῖς ἑξῆς ῥηθήσεται. προϋπάρχει δὲ τούτων ὁ κρέων, οὗ θηλυκὸν ἡ κρέουσα. κατὰ δὲ τὸ εὐρυκρείων σύγκειται καὶ ἁλικρείων ὁ τῆς ἁλὸς ἄρχων. ἔστι δὲ εὐρυκρείων] ὁ εὐρὺ βασιλεύων καὶ ὡς εἰπεῖν μέγας βασιλεὺς ἢ βασιλεὺς βασιλέων, εἴτε φύσει τοῦτο εἶχεν εἴτε ὡς αἱρετὸς ἁπάντων ἦν τῶν συμμάχων βασιλεύς, ἵνα μὴ τῇ πολυαρχίᾳ διασπᾶται τὸ συμμαχικόν· ὅτι δὲ τοῖς Ἀχαιοῖς ἐξ αἱρέσεως ἦν βασιλεὺς ὁ Ἀγαμέμνων, Εὐριπίδης ἐν Ἰφιγενείᾳ δηλοῖ σαφέστατα. (v. 103) Ὅτι πολλῶν ῥημάτων τὸ θέμα λήγει τὸ πρῶτον εἰς ω· εἶτα προσλαμβάνει τὸ νῦ ὄπισθεν τοῦ ω· μεθὸ γίνεται διὰ τοῦ υω παραγωγή· ἔπειτα μεταπίπτει αὐτὸ εἰς τετάρτην συζυγίαν τῶν εἰς μι· οἷον ἄχω τὸ λυποῦμαι καὶ προσλήψει τοῦ ν ἄχνω καὶ παραγώγως ἀχνύω καὶ ἐξ αὐτοῦ τὸ ἄχνυμι. τοιοῦτον καὶ τὸ ἄγω τὸ κλῶ, ἄγνω, ἀγνύω, ἄγνυμι· θόρω τὸ πηδῶ, θόρνω, θορνύω, θόρνυμι· ὄρω τὸ διεγείρω, ὄρνω, ὀρνύω, ὄρνυμι· σβέω, σβένω, σβεννύω, σβέννυμι· ἕω τὸ ἐνδύομαι καὶ ἐξ αὐτοῦ ὁμοίως ἕννυμι καὶ ἀμφιέννυμι· κορέω καὶ ὡσαύτως κορέννυμι· στορέω καὶ ὁμοίως στορέννυμι· οἴγω, οἴγνυμι· ζεύγω, ζεύγνυμι καὶ ἄλλα μυρία. ἡ τοιαύτη δὲ ἀκολουθία παράγει καὶ τὸ ῥωνύω καὶ ζωνύω ἐκ τοῦ ῥώω καὶ ζώω καὶ τὸ πτάρνυσθαι ἀπὸ τοῦ πταίρω καὶ τὸ ἄρνυσθαι ἤτοι ἁπλῶς λαμβάνειν ἀπὸ τοῦ αἴρω, ὡς καὶ ἐν Ὀδυσσείᾳ εἴρηται, καὶ τὸ ὀμόργνυσθαι ὡς ἀπὸ τοῦ ὀμόργω καὶ ἀπὸ σεσιγημένου τοῦ πήγω τὸ πήγνυσθαι καὶ φράγω φράγνυσθαι. οὕτω δὲ καὶ τὸ ῥήγνυσθαι καὶ δείκνυσθαι καὶ δαίνυσθαι καὶ διόμνυσθαι. (v. 103) Ὅτι φρένες οὐ μόνον ἀσωμάτως καὶ νοητῶς ἐπὶ λογισμοῦ, ἀλλὰ καὶ μέρος τι τῶν σπλάγχνων, ὃ καὶ διάφραγμα λέγεται. ἔστι δὲ ὑμὴν ἀποχωρίζων τὸ ἧπαρ μετὰ τοῦ σπληνὸς τοῦ τε πνεύμονος καὶ τῆς καρδίας· ἢ καὶ ἄλλως κατὰ τοὺς παλαιοὺς φρένες εἰσὶν αἱ διεζωκυῖαι τὸν ὑπὸ τῷ πνεύμονι καὶ τῇ καρδίᾳ τόπον, ὃ καλεῖται καὶ διάφραγμα. συντελεῖ δὲ εἰς τὸ φρονεῖν, ὅθεν καὶ φρενήρης ὁ φρόνιμος. ἐν δὲ τῷ φλεγμαίνειν παραφροσύνας ποιεῖ. Ἀριστοτέλης δέ φησιν, ὅτι ὑπὸ τὸν πλεύμονα τὸ διάζωμα τὸ τοῦ θώρακος αἱ καλούμεναι φρένες πρὸς τὰ πλευρὰ καὶ τὰ ὑποχόνδρια καὶ τὴν ῥάχιν συνηρτημένον. ῥηθήσεται δὲ περὶ αὐτῶν καὶ ἐν τοῖς ἑξῆς. μελαίνας δὲ φρένας ἔφη ὁ ποιητὴς διὰ τὸ ἐντὸς αὐτὰς ἐν