Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.98
Not analysed yet
Χρυσηΐδος ἔπαινον. ὥσπερ δὲ μέλω μελήσω μεμέληκα καὶ μέσος παρακείμενος μέμηλα, καὶ ὤλεκα ὦλα, τεθάληκα τέθηλα, οὕτω βεβούληκα βέβουλα. τοιοῦτόν τι καὶ τὸ λέληκα. «δαιμονίη, τί λέληκας»; καὶ τὸ δεδούπηκα, δέδουπα, κατὰ Ἡρωδιανόν—»δεδουπότος Οἰδιπόδαο»—καὶ ἕτερα οὐκ ὀλίγα, ἐν οἷς καὶ τὸ ἐκτύπηκα, ἔκτυπα. εἰσὶ γὰρ καὶ περισπώμενοι τοιοῦτοι μέσοι παρακείμενοι, ὡς πολλαχοῦ φανεῖται· οἳ καὶ αὐτοὶ κατὰ τὰ προρρηθέντα μιᾷ συλλαβῇ ἐνδέουσι τοῦ ἐνεργητικοῦ, ὅπερ ἐν τοῖς βαρυνομένοις οὐκ ἔστι ῥήμασιν. ἐν ἐκείνοις γὰρ ἰσοσυλλαβεῖ καθόλου ὁ μέσος τῷ ἐνεργητικῷ. (v. 114) [Κουριδίη δὲ ἄλοχος, ἥν τις κόρην ἔτι οὖσαν ἠγάγετο, οὐ μὴν ἢ ἑτέρῳ προσυζευχθεῖσαν εἰς γάμον ἢ καὶ ἄλλως γραῦν. Τὸ δέ «οὐ ἕθεν» ἤγουν οὐκ αὐτῆς «ἐστὶ χερείων» τὰ τῶν ἀντιγράφων ἀκριβέστερα «οὔ ἑθεν» προπαροξυτόνως ἔχουσιν, ὡς τῆς ἕθεν ἀντωνυμίας ἐγκλινάσης τὴν οἰκείαν ὀξεῖαν τῇ ὄπισθεν συλλαβῇ.] (v. 115) Ἐν δὲ τῷ «οὐ δέμας οὐδὲ φυὴν οὔτε φρένας οὔτε τι ἔργα» ἐπαινεῖται ὁ ποιητὴς ὡς ἑνὶ στίχῳ πᾶσαν γυναικὸς ἀρετὴν ἐμπεριλαβών, τὴν τοῦ σώματος εὐσυνθεσίαν, τὸ εὐφυές, τὸ συνετόν, τὸ ἐργατικόν. εὐφυὲς δέ φαμεν τὸ δεξιὸν τοῦ ἤθους καὶ ἐπαγωγόν, οὗ στερόμενον τὸ κάλλος «δέλεάρ ἐστι» κατὰ τοὺς παλαιούς «ἄτερ ἀγκίστρου νηχόμενον». Θεόκριτος δὲ παραξέσας τοῦ Ὁμηρικοῦ τούτου ἔπους φησί που τὸ «οὔτε φυὴς ἐπιδευέες οὔτε νόοιο». Ἰστέον δὲ ὅτι σημειοῦνται οἱ παλαιοὶ τὸ δέμας τὸν μὲν ποιητὴν ἐπὶ ἐμψύχου ἀεὶ τιθέναι σώματος ὡς συνδεδεμένου τῇ ψυχῇ καὶ δι' αὐτῆς συνεστῶτος, τὸ δέ γε σῶμα ἐπὶ ἀψύχου τουτέστιν ἐστερημένου ψυχῆς διὰ τὸ σῆμα καί, ὡς ἄν τις εἴποι, μνῆμα γενέσθαι τοῦ ζῶντός ποτε. τοὺς δὲ μετὰ τὸν ποιητήν, ἐν οἷς καὶ ὁ Εὐριπίδης, ἀδιαφόρως χρᾶσθαι τῇ λέξει φασί. δεῖ δὲ εἰδέναι, ὅτι καὶ αὐτὸς ὁ ποιητὴς τὸ δέμας ἐπὶ ἀψύχου ποτὲ τίθησιν, ὡς ἐν τῷ «δέμας πυρός». καὶ τὸ σῶμα δὲ ἐν τῇ γάμμα ῥαψῳδίᾳ, ὡς λεχθήσεται, δοκεῖ ἐπὶ ἐμψύχου τεθῆναι. [ἐκ δὲ τῆς ῥηθείσης φυῆς καὶ «πρόσωπον εὐφυές» παρὰ τῇ τραγῳδίᾳ. ἡ δὲ ἐν τοῖς ἑξῆς «εὐφυὴς πτελέα» γλυκέως ὡς ἐν κυριολεξίᾳ εἴρηται. ἑτέρως δέ γε οἱ μεθ' Ὅμηρον εὐφυΐαν φασὶ τὴν εἰς μάθησιν δεξιότητα· Ὁμηρικῆς δὲ βουλῆς καὶ τὸ «μηροὶ εὐφυεῖς».] Φρένας δὲ νῦν οὐ μέρος σώματος εἶπεν, ὡς πρὸ ὀλίγου,