Ancient Greek · ~11 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.97
Not analysed yet
τὴν δημηγορίαν διοικονομεῖται ὁ βασιλεύς. Κάλχας μὲν γὰρ τρία ταῦτα τοῦ βασιλέως ὡς ἐν προβολῇ ἐμέμψατο, ὅτι τὸν ἱερέα ἠτίμησεν, ὅτι τὴν θυγατέρα οὐκ ἀπέλυσε καὶ ὅτι οὐκ ἀπεδέξατο ἄποινα. ὁ δέ, οἷα ῥήτωρ δεινός, τὸ μὲν βαρύτερον σιωπᾷ, ὅτι δηλαδὴ τὸν ἀρητῆρα ἠτίμησεν, ἐπὶ δὲ τοῖς λοιποῖς δυσὶν ἐξελέγχειν τὸν Κάλχαντα βούλεται ὡς ἀλόγιστα λέγοντα. καὶ πρῶτα πρὸς τὸ περὶ τῶν ἀποίνων κεφάλαιον ἀποτεινόμενος κατειρωνεύεται βαρυνόμενος, ὅτι θεοπροπέων ἀγορεύει τοῦδε ἕνεκα τοὺς Ἕλληνας ἀλγεῖν, ὅτι τὰ τῆς Χρυσηΐδος οὐκ ἐδέξατο ἄποινα, τρόπον τινὰ λέγων πρὸς τὸ τρίτον κεφάλαιον τὸ «οὐκ ἀπεδέξατο ἄποινα», ὅτι τίς ἂν φρονῶν εἴποι τὸν Ἀπόλλωνα τοιαῦτα κακὰ κοινὰ ποιεῖν ἡμῖν, ὅτι μὴ δῶρα παρὰ αἰχμαλώτου τοῦ Χρύσου ἐγὼ ἔλαβον δέον ὂν καὶ χάριτάς μοι ὁμολογεῖν· εἶτα καὶ πρὸς τὸ δεύτερον ἀπολογούμενος τὸ «οὐδ' ἀπέλυσε θύγατρα» φησίν, ὅτι οὐκ ἐποίησα τοῦτο, ἐπεὶ πολὺ αὐτὴν βούλομαι οἴκοι ἔχειν προκρίνων αὐτὴν καὶ Κλυταιμνήστρας τῆς κουριδίης ἀλόχου. καὶ ὅρα ὅλον τὸ «ἐπεὶ πολὺ βούλομαι αὐτὴν οἴκοι ἔχειν». δεινοποιῶν γὰρ τὴν ἀπολογίαν φησίν, ὅτι οὐχὶ ὧδε θέλω ἀλλὰ μάλιστα οἴκοι ἔχειν αὐτήν, ὥστε οὐχ' ὡς παλλακήν· καὶ οὐχ' ἁπλῶς θέλω ἀλλὰ βούλομαι, ὅπερ ἐπίτασις τοῦ θέλειν ἐστί· καὶ οὐ τυχόντως βούλομαι, ἀλλὰ κατὰ πολύ. ἔχει δὲ ἔμφασιν καὶ τὸ ἔχειν ὡς περὶ γυναικὸς καὶ οὐ δούλης. ἔχεται γὰρ ἡ γυνὴ τῷ ἀνδρί. εἶτα καὶ αἰτίαν προστίθησιν, ὅτι «οὐ γάρ ἐστιν αὕτη τῆς Κλυταιμνήστρας χερείων, οὐ δέμας οὐδὲ φυήν» καὶ τὸ ἑξῆς. ταῦτα δὲ λέγει ὁ βασιλεὺς οὐχ' οὕτω φρονῶν, ἀλλὰ τὸν μάντιν ἐλέγχων, ὡς μὴ δέον ὂν χολοῦσθαι τὸν Ἀπόλλωνα, ὥσπερ οὐ διὰ τὸ μὴ δέξασθαι τὰ ἄποινα, οὕτως οὐδὲ διὰ τὴν αἰχμάλωτον, ἣν καὶ τῆς κουριδίης γυναικὸς ὁ ἥρως βασιλεὺς προβέβουλε. τάχα δὲ καὶ ῥητορικῶς αὐξάνων τὸ πρᾶγμα μεγάλα τὴν αἰχμάλωτον φιλεῖν λέγει ἐπίτηδες, ἵνα τὴν χάριν αὐξήσῃ καί τι μέγα τοῖς Ἕλλησι φανείη χαρίζεσθαι, εἰ δι' αὐτοὺς τὴν οὕτω φιλουμένην δίδωσι, μήτε λαβὼν ἄποινα, ἀλλὰ καὶ ἑκατόμβην ἐπιδούς. ἰστέον δὲ ὅτι οἱ τοιοῦτοι λόγοι τοῦ Ἀγαμέμνονος παρὰ τοῖς πλασματογράφοις τῶν ῥητόρων διδόασιν ἀφορμὰς κατηγορίας τῇ Κλυταιμνήστρᾳ, ἥτις μοιχείας ἐγκαλουμένη καλῶς ἂν ἐπιμέμφοιτο τῷ βασιλεῖ, ὡς αὐτῆς οὕτω προτιθέντι τὴν αἰχμάλωτον. (v. 113) Τὸ δέ «προβέβουλα» ἐστὶ μὲν μέσος παρακείμενος, ὡς τὸ μέμηλα· δηλοῖ δὲ τὸ προκρίνω καὶ πρὸ τῆς Κλυταιμνήστρας βεβούλημαι. οἱ δὲ λέγοντες ὅτι προβέβουλα ἀντὶ τοῦ ὑπὲρ τῆς Κλυταιμνήστρας καὶ δι' ἐκείνην βούλομαι αὐτήν, σεμνύνουσι μὲν τὸν βασιλέα ὡς μὴ προκρίνοντα τὴν δούλην τῆς γυναικός, περιποιούμενον δὲ τάχα αὐτὴν εἰς θαλαμηπόλον τῇ Κλυταιμνήστρᾳ, [καθὰ καὶ πρὸ μικροῦ ἐδήλωσεν ἐν τῷ «ἐμὸν λέχος ἀντιόωσαν» ἤγουν ἐπιμελομένην τοῦ βασιλικοῦ κοιτῶνος], τὴν δὲ Ὁμηρικὴν ἀφανίζουσι δεινότητα. καὶ οὐδὲ εὐοδοῦται ὁ τοιοῦτος νοῦς διὰ τὸν ἐπαγόμενον πολὺν τῆς