Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.1
Not analysed yet
ΕΚ ΤΩΝ ΤΗΣ ΕΨΙΛΟΥ ΡΑΨΩΙΔΙΑΣ Ὅτι τῆς ε ῥαψῳδίας ἐπιγραφὴ ἡ μὲν ἔμμετρος αὕτη· Εἶ· βάλλει Κυθέρειαν Ἄρηά τε Τυδέος υἱός. ἡ δὲ πεζὴ ἥδε· Διομήδους ἀριστεία. Ἰστέον δὲ ὅτι τὸ ε στοιχεῖον εἶ ἔλεγον οἱ παλαιοὶ προστιθέντες τὸ ι, ἵνα τῇ διὰ διφθόγγου ἐκτάσει δύνωνται περισπᾶν καὶ αὐτό, καθὰ καὶ τὰ ἄλλα στοιχεῖα. τοιοῦτον δὲ ποιοῦσι καὶ ἐπὶ τοῦ μικροῦ ο. καὶ ἐκεῖνο γὰρ διὰ τὴν αὐτὴν αἰτίαν οὖ λέγουσι. περὶ δὲ τούτων οἱ ἐξηγηταὶ τῆς γραμματικῆς γράφουσιν, ὅσα ἐνδέχεται. Ποιεῖ δὲ Ὅμηρος ἐν τῇ ῥαψῳδίᾳ ταύτῃ τὸν Διομήδην ὑπὲρ πάντας Ἀχαιοὺς ἀριστεύοντα κατ' ἐξαίρετον. ἀνεπτέρωται γὰρ ἤδη ἐρεθισθεὶς ὁ ἥρως τοῖς τοῦ βασιλέως λόγοις καὶ ἄλλως ὀξὺς ὢν καὶ φιλότιμος. ὅλως γάρ, ὡς ἐρρέθη, δραστικὸς παρ' Ὁμήρῳ πᾶς λόγος, καὶ οὐκ ἂν εὕροις τινὰ παρὰ τῷ ποιητῇ ὀνειδισθέντα ἢ κελευσθέντα ἢ ἄλλως λόγοις ἐρεθισθέντα καὶ μὴ οὐκ ἀνύσαντά τι καλὸν καὶ ἑαυτοῦ κρείττω γενόμενον, ὅπουγε καὶ ἐν τοῖς ἑξῆς ὁ Ἀλέξανδρος ἐρεθισθεὶς τοῖς τοῦ Ἕκτορος λόγοις ἀριστεύει καὶ πρὸ αὐτοῦ Ἕκτορος. καὶ δεικνύει οὕτως ὁ λογιώτατος Ὅμηρος, οἷα ὁ λόγος δύναται. Καὶ τοιοῦτος μὲν ὁ Διομήδης καὶ οὕτως ὀξύνεται φιλοτίμως εἰς πόλεμον. Αἴας δέ, εἰ καὶ πρωτεύει τῶν Ἑλλήνων ἀνδρίᾳ, ὡς δευτερεύων μόνου τοῦ Ἀχιλλέως, ἀλλὰ δυσκίνητός ἐστι τῷ πολλῷ τοῦ μεγέθους καὶ ἀεὶ κατὰ ὁμαλὴν κίνησιν ἄριστος καὶ οὐ κατὰ τὸν Διομήδην ὀξὺς ἐν καιρῷ. Ἄλλως δὲ καὶ φυλάττει Ὅμηρος αὐτὸν μάλιστα ὕστερον ὡς σταδαῖον μαχητὴν εἰς τὸν μέγαν κίνδυνον τὸν περὶ τῶν νηῶν. φρονήσει δὲ τὰ πλείω κατορθοῖ, ὡς εἰκός, ὁ Διομήδης. διὸ καὶ ἡ Ἀθηνᾶ συναίρεται αὐτῷ δι' ὅλου τοῦ γράμματος τούτου. ἔτι δὲ καὶ ἄλλως, ὀνειδισθεὶς ἐπὶ ἀνανδρίᾳ ὑπὸ τοῦ βασιλέως ὁ Διομήδης καὶ πτώσσειν ἀκούσας καὶ ὀπιπτεύειν πολέμοιο γεφύρας, νοεῖ δέον εἶναι δι' ἔργων πιστώσασθαι ψεύδεσθαι