Ancient Greek · ~8 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.802
Not analysed yet
ἐγγὺς ἀλλήλων. ὅθεν καὶ τὸ παραλληλίζειν ἐπὶ παραθέσεως, ἤτοι συγκρίσεως, καὶ λόγοι παράλληλοι. τὸ δέ γε «ἐν ἀλλήλοις» πλεῖόν τι δηλοῖ τοῦ ἐγγὺς ἀλλήλων, ὡς δηλοῖ καὶ ὁ εἰπὼν τὸ «οὐ παρ' ἀλλήλοις ἀλλ' ἐν ἀλλήλοις» καὶ ἔτι σαφέστερον δι' ἑτεροίας φράσεως ὁ ποιήσας τὸ «οὐ παρ' αὐτοῖς ἀλλ' ἐν αὐτοῖσιν ὄντες κακοῖς», ἤγουν οὐκ ἐγγὺς ὄντες κακῶν ἀλλ' ἤδη ἐντός. (v. 539—44) Ὅτι εἰδὼς ὁ ποιητὴς τὴν αὐτοῦ ἐν ῥητορείᾳ ἰσχὺν καὶ οἵαν σήμερον μάχην ἐξαρτύσει τῷ λόγῳ, καθ' ἣν πολλοὶ πρηνέες ἐν κονίῃσι πεσοῦνται, καὶ ὡς οὐκ ἔστι κάλλιον καὶ μεγαλοπρεπέστερον καὶ ἐναγωνιώτερον συστῆναι μάχην ἢ ἀφηγηθῆναι, λέγει, ὅτι τότε «οὐκέτι ἔργον ἀνὴρ ὀνόσαιτο μετελθών, ὃς ἔτ' ἄβλητος καὶ ἀνούτατος ὀξέϊ χαλκῷ δινεύοι κατὰ μέσσον, ἄγοι δέ ἑ Παλλὰς Ἀθήνη χειρὸς ἑλοῦσα, ἀτὰρ βελέων ἀπερύκοι ἐρωήν». τοιοῦτος δ' ἂν εἴη θεατὴς ὁ τοῦ ποιητοῦ ἀκροατής, ὃς οὐ τῶν τοῦ πολέμου κακῶν μετέχει, ἀλλὰ τοῦ τῶν πολεμικῶν διηγήσεων κατὰ νοῦν ἀπολαύει καλοῦ θεάματος, ἀκίνδυνος τὴν μάχην περιϊὼν καὶ μηδέν τι ἔχων τῶν Ὁμηρικῶν ὀνόσασθαι, ἤτοι ἐκφαυλίσαι καὶ καταμέμψασθαι, καὶ μᾶλλον, εἴπερ ἄγοι αὐτὸν ἡ Ὁμηρικὴ Παλλάς, ἡ τοῦ γράφειν δηλαδὴ μεθοδικὴ δεινότης, ἡ τοῦ φρονεῖν μήτηρ κατὰ τοὺς παλαιούς, χειρὸς ἑλοῦσα τὰς πτύχας ἀνελιττούσης τὰς τῆς Ὁμηρικῆς βίβλου καὶ οὕτω βελέων ἀπερύκουσα ἐρωήν. ὃν καὶ χειραγωγεῖ ἀκινδύνως ἡ τοιαύτη Παλλὰς εἰς τὰ καθέκαστα τῆς Ὁμηρικῆς ποιήσεως οἷα συνετὸν ἀκροατήν. (v. 540) Ὅρα δέ, ὡς καὶ ἐν τῷ «ἄβλητος καὶ ἀνούτατος» διαφορὰν σαφῶς οἶδεν, ὡς καὶ ἐν ἄλλοις, τοῦ οὐτάσαι καὶ τοῦ βαλεῖν, τοῦ μὲν ἐκ τοῦ σχεδὸν γινομένου, τοῦ δὲ βαλεῖν πόρρωθεν. Σημείωσαι δὲ καί, ὅτι ἐν τῷ «ὅστις ἔτι ἄβλητος» περιττῶς κεῖσθαι δοκεῖ τὸ ἔτι καὶ μηδέν τι σημαίνειν. τοιαῦτα δέ εἰσι καὶ ἄλλα, ὡς καὶ ἐν τῇ βʹ ῥαψῳδίᾳ παρασεσημείωται. (v. 539) [Τοιοῦτον δέ τι καὶ τὸ «ἔνθα κεν οὐκέτι ἔργον», ὡς ἀνωτέρω κεῖται. περιττὸν γάρ ἐστι τὸ τι, καὶ ἔστιν ὁ νοῦς, ὡς οὔτι, τουτέστιν οὐδαμῶς, μέμψοιτο ἄν τις τὸ τῆς μάχης ἔργον.]