Ancient Greek · ~3 min
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.100
Not analysed yet
λέγεται. τοῦτο δὲ ὁ χυδαῖος ἄνθρωπος βαρυχνᾶν λέγει. Ἡ δὲ διὰ τοῦ φ γραφὴ τοῦ ἐφιάλτου ἢ διὰ τὸ ἴσως δασύνεσθαι τὸ ἱάλλω παρά τισι γίνεται ἢ κατά τινα γλῶσσαν τροπῇ τοῦ ψιλοῦ εἰς δασύ, ὃ δὴ καὶ ἐν τῷ κεκαφηώς γίνεται κατὰ Ἡρῳδιανόν. κεκαπηώς γάρ φησι τὸ ἀνάλογον. Οὕτω καὶ ὁ μοιχὸς τροπὴν ἔχει τοῦ κ εἰς χ. μοιχὸς γὰρ πάντως ὁ μὴ οἰκότα ἤγουν ἐοικότα εἶναι τὰ γένη ἀφιείς. καὶ ὁ αὐθέντης δὲ ψιλοῦ μεταβολὴν εἰς δασὺ ἔπαθεν, ἐκ τοῦ αὐτοέντης γενόμενος. [Οὕτω καὶ ἐκ τοῦ πίνειν ἡ φιάλη γέγονε. κατὰ δέ τινας καὶ ἐκ τοῦ πίνειν ὁ φίλος, καὶ ἐκ τοῦ τύπους ἴλλων ἔχειν ὁ τυφλός.] Ἐν δὲ Ῥητορικῷ Λεξικῷ φέρεται, ὅτι Ἐπιάλτην Ἀττικοί φασι δαίμονά τινα, διὰ δὲ τοῦ φ Ἐφιάλτην, ἀνδρὸς ὄνομα. Ἑτέρωθι δέ, ὅτι ἐπιάλτης ὁ πνιγαλίων ὑπό τινων,