Ancient Greek · ~6 min
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.101
Not analysed yet
ὁ δ' αὐτὸς καὶ ἠπίαλος. [Ἐν δὲ τοῖς Ἡρῳδιανοῦ κεῖται καὶ ἠπιάλης, ἠπιάλητος, οὗ χρῆσις, φησί, παρὰ Σώφρονι, οἷον «Ἡρακλῆς Ἠπιάλητα πνίγων».] καὶ τοιαῦτα μὲν τὰ κατὰ τὸν Ἄρην καὶ τοὺς Ἀλωείδας. (v. 392—4) Ἥρα δὲ καὶ Ἅιδης βάλλονται μυθικῶς. ἡ μὲν ἐν Πύλῳ συμμαχοῦσα τῷ Νηλεῖ κατὰ τοῦ Ἡρακλέους, ὅτε καὶ τὴν Πύλον ἐκεῖνος ἐπόρθησεν, ὡς προγέγραπται, φυγαδευθέντος ἢ ἄλλως τρεφομένου παιδὸς ἐν Γερήνοις τοῦ Νέστορος. (v. 395—400) Ὁ δὲ Ἅιδης κάτω ὑπὸ γῆν, ὅτε παραχωρηθεὶς ὁ ῥηθεὶς Ἡρακλῆς ὑπὸ Πλούτωνος ἄνευ ἀσπίδος καὶ σιδήρου χειρώσασθαι, εἰ οἷός τέ ἐστι τὸν Κέρβερον, αὐτὸς τῇ μὲν λεοντῇ ἀντὶ ἀσπίδος χρησάμενος, τοῖς δὲ βέλεσι λιθίνας ἐναρμόσας ἀκίδας, ὁποῖαι πολλαχοῦ ἱστοροῦνται, τὸν κύνα κατηγωνίσατο. μετὰ δὲ νίκην ἐναντιούμενον τὸν Ἅιδην κατετόξευσε καὶ οὕτω τὸν Κέρβερον ἀνήγαγε. Καὶ σημείωσαι, ὅτι οὐκ οἶδεν ἐνταῦθα Ὅμηρος τὸν Ἡρακλέα ῥοπάλῳ χρώμενον, ἀλλὰ τόξοις ἀνδραγαθοῦντα. καὶ τοιοῦτοι μὲν καὶ οἱ περὶ τούτων μῦθοι. Ἡ δὲ ἀλληγορία, εἰ καὶ ὁ Ἀρίσταρχος ἠξίου, ὡς προεγράφη, μηδέν τι τῶν παρὰ τῇ ποιήσει μυθικῶν περιεργάζεσθαι ἀλληγορικῶς ἔξω τῶν φραζομένων, τὸν μὲν Ἡρακλέα εἰς τὸν λόγον ἐκλαμβάνει διὰ τὸ ἐπίηρον αὐτοῦ καὶ τὸ εὐκλεές, Ἥραν δὲ καὶ Ἅιδην φησὶ τὸν μὲν τὸν ὑπὸ γῆν ἀΐδην ἤτοι ἀφανῆ ἀέρα, ὃν οὐκ ἔστιν ἰδεῖν, τὴν δὲ τὸν ὑπέργειον, καθ' ὧν ὁ φιλόσοφος λόγος ἑαυτὸν συντείνας καὶ οἷον διοϊστεύσας βάλλει καὶ τυγχάνει τοῦ σκοποῦ καὶ ἁλίσκει τὸ ζητούμενον. ἀνάλωτον γὰρ τῇ φιλοσοφίᾳ οὐδὲν οὔτε τῶν ἄνω οὔτε τῶν κατὰ γῆς. Διὸ καὶ