Ancient Greek · ~6 min
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.109
Not analysed yet
ὕβρις ἐστίν, ὡς οὐδὲ τὸ ὀβριμοεργός, ἀλλὰ τὸν ὀξὺν δηλοῖ καὶ ἰταμὸν καὶ σφοδρὸν εἰς τὸ ποιῆσαί τι οὐκ ἀγαθόν, ὃν ἔδει μὴ τοιοῦτον εὐθὺς εἶναι, ἀλλὰ σχέσθαι καὶ τλῆναι. Χρήσιμον δὲ τὸ «σχέτλιος» καὶ ἑξῆς ὅλον τὸ ἔπος εἰς ψόγον ἐμβριθοῦς ἀδίκου ἀνδρός. [Σημείωσαι δὲ ὡς τῶν αὐτῶν ῥημάτων συντιθέντων τήν τε γεωργικὴν ἐχέτλην καὶ τὸν σχέτλιον, ὅμως ἐν ἀμφοῖν πολλὴ ἡ κατὰ νοῦν διαφορά. Σχέτλιος μὲν γὰρ ὁ προσεχῶς δηλωθείς, ἐχέτλη δέ, ἧς ἔχεταί τις τλημόνως.] Τί δέ ἐστι τὸ αἴσυλον καὶ ὅθεν γίνεται, φανεῖται ἀλλαχοῦ. Ἐνταῦθα δὲ ἰστέον καὶ ὅτι ὁ αἴσυλα ῥέζων καὶ αἰσυλοεργός λέγεται ἀναλόγως τῷ ὀμβριμοεργός. Ὅρα δὲ καὶ τὸ «ὅς» δὶς κείμενον συνεχῶς κατὰ σχῆμα ἐπαναφορᾶς ἐν τῷ «ὃς οὐκ ὄθετο» καὶ «ὃς ἔκηδεν». (v. 406 s.) Ὅτι, ὡς καὶ προεγράφη, τὸ νήπιος ἐπιφωνεῖν εἴωθεν ἐν ἀρχῇ στίχου πολλαχοῦ ἡ ποιητικὴ Μοῦσα τοῖς ἄξιόν τι λόγου πταίσασιν, ὡς καὶ ἐνταῦθα «νήπιος», ὁ Διομήδης δηλαδή, «οὐδὲ τὸ οἶδε κατὰ φρένα καὶ κατὰ θυμόν, ὅττι μάλα οὐ δηναιός, ὃς ἀθανάτοισι μάχεται». Τοῦτο δὲ παρῳδηθὲν δύναται γνωμικὸν ὀρθὸν σὺν τοῖς ἑξῆς γίνεσθαι, οἷον ἵνα εἴπῃ τις, ὅτι μάλα οὐ δηναιός, ὃς ἄν γε θεῷ μάχηται, οὐδέ τί μιν παῖδες ποτὶ γούνασι παππάζουσιν ἐλθόντ' ἐκ πολέμου καὶ αἰνῆς δηϊοτῆτος. Περὶ ἧς διὰ τί ὀξύνεται ἐν τῇ εὐθείᾳ—ἡ δηϊοτής γάρ ἐστιν, ὡς ἡ βραδυτής—ῥηθήσεται ἀλλαχοῦ. Σημείωσαι δὲ ἐνταῦθα τὸ καινοπρεπὲς τῆς συντάξεως. Εἰπὼν γὰρ «σοὶ δ' ἐπὶ τοῦτον ἀνῆκεν ἡ Ἀθηνᾶ», ἐπάγει εὐθὺς τὸ νήπιος, τελείαν στίξας εἰς τὸ Ἀθηνᾶ. καὶ οὐδὲν μὲν ἐκώλυεν