Ancient Greek · ~6 min
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.108
Not analysed yet
ἐν τῇ )Α καὶ αὐτὸ εἴρηται. λέγεται δὲ παιήων καί τι μέλος ἐπινίκιον, ὁποῖον Ἀχιλλεὺς ᾄδει ἀνελὼν τὸν Ἕκτορα, ὡς ἐν τοῖς ἑξῆς φαίνεται. Ὀδυνήφατα δὲ τά, ὡς εἰπεῖν, ἀκεσώδυνα. ταὐτὸν γὰρ οὕτως ἢ οὕτως εἰπεῖν, ὡς τοῦ ἀκέσασθαι ὀδύνην καὶ τοῦ ὀδύνην φᾶσαι, ἤτοι φονεῦσαι, ὡς οἷά τινα πολεμίαν, ταὐτὰ δηλούντων. ἐνέργειαν δὲ σημαίνει τὸ ὀδυνήφατον. Ἀνάπαλιν δὲ τούτου πάθος τὸ μυλήφατον καὶ τὸ πρόσφατον ἐν τῷ «πρόσφατος νεκρός», ὁ ἐγγὺς καὶ πρὸ ὀλίγου φονευθείς. Ἔστι δέ πως καὶ διασαφητικὸν τῶν ἐνταῦθα φαρμάκων τὸ ὀδυνήφατα. εἰ γὰρ ὀδυνήφατά εἰσι, φέρουσιν ἄρα ἄκος, ὡς δηλοῖ καὶ τὸ ἠκέσατο, οὐ μὴν ἄχος, ὃ τοῖς φαύλοις φαρμάκοις ἐτυμολογικῶς ἔγκειται. (v. 401 s.) Τὸ δὲ πάσσων ῥιζοτόμον ἐμφαίνει καὶ τὸν Παιήονα, καὶ ἄλλως δέ, βοτανῶν ἐπιλέκτην, ἃς τρίβων ἐπέπασσε τοῖς χρῄζουσι, ῥᾷον ἰώμενος, ὡς δῆλον ἐκ τοῦ «οὐ μὲν γάρ τι κατὰ θνητούς γ' ἐτέτυκτο», ἢ μάλιστα «καταθνητός γ' ἐτέτυκτο», ἐν ἑνὶ μέρει λόγου κατὰ τὸ «θεοῦ ἐπιμῆνις» καὶ «βοῶν ἐπιβουκόλος» καὶ «καταθνητῶν ἀνθρώπων» καὶ ὅσα τοιαῦτα. Ἔπαινος δὲ ἀγαθοῦ ἰατροῦ τὸ ῥηθέν. (v. 403) Ὅτι βαρυνομένη κατὰ Ἡρακλέος ἡ Διώνη φησὶ κομματικῶς, ὑβρίζουσα κατὰ σχῆμα σφοδρότητος, οὕτω «σχέτλιος, ὀβριμοεργός, ὃς οὐκ ὄθετ' αἴσυλα ῥέζων», ἤγουν οὐκ ἐπεστρέφετό τινος ἀδικῶν. (v. 404) Εἶτα καὶ τὸ εἶδος τῆς ἀδικίας ἐκτιθεῖσά φησιν «ὃς τόξοισιν ἔκηδε θεούς», ὅ ἐστιν ἔβλαπτε. (v. 403) Καὶ σημείωσαι ὅτι τὸ σχέτλιος οὐδ' ἐνταῦθα πάνυ τραχεῖα