Ancient Greek · ~7 min
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.112
Not analysed yet
ἐρωμένης. Τινὲς δὲ καὶ αὐτὸ τὸ ἄπφα ὑποκόρισμά φασιν Ἀττικόν. ὁ μέντοι ἀπφὺς παρὰ Θεοκρίτῳ πατρὸς κλῆσις, ἣν βρέφος ἂν προσείποι πατέρα τόν, ἀφ' οὗ ἔφυ. τοιοῦτον γάρ τι ἡ λέξις ὑποβάλλει νοεῖν. [Ἰστέον δὲ ὅτι, καθὰ λόγῳ συγγενικῷ πάππος ὁ τοῦ πατρὸς πατὴρ καὶ ἐπίπαππος πατὴρ πάππου, ὁ καὶ πρόπαππος, οὕτω καὶ τήθη βαρυτόνως ἢ τηθή ὀξυτόνως ἡ τοῦ πατρὸς μήτηρ καὶ ἡ τῆς μητρὸς δέ. Ἡ μέντοι τηθὶς ἄλλο τι ἐστιν, ἀναλογοῦσα τῷ θείῳ, περὶ οὗ ἀλλαχόθι δηλοῦται. Ἔτι ἰστέον καὶ ὅτι κωμῳδίας ἴδιον παππίζειν λέγειν διὰ τοῦ ἰῶτα τὸ καθ' Ὅμηρον παππάζειν διὰ τοῦ ἄλφα. Ὡς δὲ πάππος καί τι γενείου δηλοῖ καὶ ἀκάνθης δὲ λευκὸν ἐξάνθημα, ὅθεν καὶ τὸ γήρειον παρῆκται, ἀλλαχοῦ δεδήλωται.] (v. 408) Τὸ δὲ «ποτὶ γούνασιν» ἐλλιπῶς μὲν ἔχει τῆς φράσεως διὰ τὴν τοῦ λαλοῦντος προσώπου ἀγωνίαν. τὸ γὰρ ὅλον ἦν εἰπεῖν «ποτὶ γούνασιν ἑζόμενοι». Ἔθος δὲ δηλοῖ βρεφοκομούντων, οἳ γούνασιν ἐφέζουσι τὰ βρεφύλλια, ὡς καὶ ἐν τοῖς ἑξῆς που δηλοῖ ὁ ποιητής. (v. 410 s.) Ὅτι περί τινος ἀκαίρως ἀλαζονευομένου, ἐφ' οἷς ἐνίκησεν οὐ μέγαν τινά, εἴποι τις ἂν ὡς, εἰ καὶ μάλα καρτερός ἐστι, φραζέσθω, μή τίς οἱ ἀμείνων ἄλλος μάχηται. Διώνη δὲ τοῦτο περὶ Διομήδους φησίν. (v. 412—5) Ὅτι τριῶν θυγατέρων Ἀδράστου Αἰγιάλεια μὲν ἡ νεωτάτη γυνὴ Διομήδους ἦν, Ἀργεία δὲ Πολυνείκους, Δηϊπύλη δὲ Τυδέως. οἱ μὲν οὖν μεθ' Ὅμηρον ἐκμανῆναί τε τὴν Αἰγιάλειαν περὶ πορνείαν ἱστοροῦσιν Ἀφροδίτης χόλῳ, διότι ὑπὸ Διομήδους ἐτρώθη, καὶ Σθενέλῳ τῷ τοῦ Κομήτου, ὃν φύλακα τοῦ Ἄργους εἴασεν ὁ Διομήδης, φασὶν αὐτὴν ἐμφύεσθαι κατὰ ἔρωτα μοιχικόν. καὶ τἆλλα λέγουσιν, ὅσα καὶ Λυκόφρων ἱστορεῖ. Ὅμηρος μέντοι περίφρονα καὶ ἰφθίμην αὐτήν φησι καὶ φίλανδρον εἶναι λέγει καὶ πενθεῖν ἐπὶ τῇ τοῦ Διομήδους ἀποδημίᾳ ἱστορεῖ. Φησὶ γοῦν «μὴ δὴν Αἰγιάλεια περίφρων Ἀδρηστίνη ἐξ ὕπνου γοόωσα φίλους οἰκῆας ἐγείρῃ κουρίδιον ποθέουσα πόσιν, τὸν ἄριστον Ἀχαιῶν, ἰφθίμη ἄλοχος