Ancient Greek · ~6 min
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.113
Not analysed yet
Διομήδεος». (v. 413) Ἐνταῦθα δὲ οἰκῆας, ὡς δοκεῖ τοῖς παλαιοῖς, οὐ τοὺς δούλους ὁ ποιητὴς λέγει, ἀλλὰ ἁπλῶς τοὺς ἐν τῷ οἴκῳ ἢ τοὺς οἰκείους. διὸ καὶ φίλους οἰκῆάς φησι. [Φέρεται δ' ἐν τοῖς τοῦ γραμματικοῦ Ἀριστοφάνους καὶ περὶ οἰκετῶν λόγος, ὅτι οὐ μόνον οἱ κατ' ἀγροὺς ὑπουργοὶ οὕτως ἐλέγοντο, ἀλλὰ καὶ οἱ ἐν οἰκίαις ἐλεύθεροι, ὡς ἂν εἴποι τις «οἰκῆται» μεταλήψει τοῦ η. παράγει δὲ αὐτὸς καὶ παροιμίαν ἐξ Εὐριπίδου λέγουσαν «ἔνδον γυναικῶν καὶ παρ' οἰκέτας λόγος», ἤγουν ἐν τοῖς κατ' οἰκίαν λαλητέον ἂν εἴη τὰς γυναῖκας, ἔξω δὲ οὐκ ἐξιτέον, οὐδὲ ἀλλοτρίων παρόντων λυτέον τὴν λαλιάν.] (v. 414) Τὸ δὲ ἄριστον Ἀχαιῶν πρὸς παρηγορίαν Ἀφροδίτης εἴρηται ὑπὸ τῆς μητρός, ἵνα μὴ δοκῇ ὑπὸ τοῦ τυχόντος τετρῶσθαι—ἄλλως γὰρ οὐ πάντων Ἀχαιῶν ἄριστος ὁ Διομήδης ἦν—ἢ καὶ ἄλλως ὁ ἄριστος τὸν ἁπλῶς ἀριστέα δηλοῖ. πιστὸς δὲ ὁ ἐκ τῶν ἐχθρῶν ἔπαινος. (v. 415) Ὅρα δὲ καὶ ὅτι τῷ ἀρίστῳ καὶ ἡ ἄλοχος ἰφθίμη προσμεμαρτύρηται, ὡς καὶ ἡ Πηνελόπη τῷ Ὀδυσσεῖ. Ἔστι δὲ πάντως τὸ ἰφθίμη ταὐτὸν τῷ ἀνδρεία, ὅπερ ἀλλαχοῦ δαΐφρων φησί. τοῦτο δὲ πρὸς διαστολὴν ἄλλων εἴρηται γυναικῶν, αἳ φύσει ἀνάλκιδές εἰσι καὶ θηλύτεραι, ὡς καὶ ὁ ποιητὴς ἔφη ἐν τῷ «γυναῖκας ἀνάλκιδας ἠπεροπεύεις». καὶ τάχα, ὅσας μὲν ἡ Ἀφροδίτη ἠπεροπεύει, αὗται ἀνάλκιδες, αἱ δὲ μὴ τοιαῦται ἴφθιμαί εἰσιν. (v. 413—5) Ἰστέον δὲ καὶ ὅτι τὸ «ἐξ ὕπνου γοόωσα» καὶ ἑξῆς ἕως τοῦ «ἄριστον Ἀχαιῶν» καὶ γυναικὶ ἂν ἁρμόσῃ χηρωθείσῃ μὲν ἀνδρός,