Ancient Greek · ~6 min
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.115
Not analysed yet
καὶ ὅτι ἀσυνδέτως εἰσήγαγε κατὰ λόγον γοργότητος τὸ «ἄλθετο χείρ», δηλῶν καὶ ἐν τῷ σχήματι τὸ ταχὺ τῆς θεραπείας. Παρῆκται δὲ τὸ ἄλθετο ἐκ πρωτοτύπου θέματος τοῦ ἄλθω, ἀφ' οὗ τὸ ἀλθαίνω. (v. 418—25) Ὅτι Ἀθηνᾶ καὶ Ἥρα σιλλαίνουσαι ἀστείως καὶ κερτομοῦσαι τὴν τῆς ἀνάλκιδος Ἀφροδίτης πληγὴν κωμικώτερον, ὡς δῆθεν οὔτε ἐκ δόρατος οὔτε ἐν πολέμῳ γενομένην, φασὶν ἀμύξασθαι τὴν αὐτῆς χεῖρα περόνῃ τινὸς γυναικὸς Ἀχαΐδος, καταψώσης ἐκείνην καὶ ἀνιείσης, ἤτοι ἀναπειθούσης, εἰς ἁρπαγήν, ὡς δηλαδή ποτε καὶ τὴν Ἑλένην ἠπάτησε. Φασὶν οὖν· «ἦ μάλα δή τινα Κύπρις Ἀχαιϊάδων ἀνιεῖσα Τρωσὶν ἅμ' ἑσπέσθαι, οὓς ἔκπαγλ' ἐφίλησε, τῶν τινα καρρέζουσα Ἀχαιϊάδων ἐϋπέπλων πρὸς χρυσῇ περόνῃ καταμύξατο χεῖρα ἁραιήν». καὶ αὐταὶ μὲν οὕτως. Ὁ δὲ Ζεὺς ἐπὶ τῷ σκώμματι οὐ γελᾷ—σεμνῶν γὰρ προσώπων ὁ ἐπὶ τοιούτοις γέλως ἀλλότριον—, ἀλλὰ μειδιᾷ, ὃ πολλῷ τοῦ γελᾶν σεμνότερον, γέλως ὂν ἠρεμαῖος, ἀνακεκραμένος συννοίᾳ. Καὶ σημείωσαι ὅπως ὁ καὶ τὰ τοιαῦτα δεξιὸς ποιητὴς ἐνταῦθα εὐφυῶς τὴν Ἀφροδίτην ἐκωμῴδησεν, οὐκ αὐτὸς ἐκ προσώπου οἰκείου, ἀλλὰ διὰ Ἀθηνᾶς καὶ Ἥρας, αἳ κερτομίοις ἐπέεσσιν ἐπὶ τῇ Ἀφροδίτῃ τὸν Δία ἐρέθιζον. Ὅρα δὲ καὶ τὴν μέθοδον. Ἐπεὶ γὰρ οὐκ ἔδει μὲν τοιούτοις ἐναγωνίοις τόποις παρεντεθῆναι σκώμματος ἱλαρότητα, ἄλλως δὲ πάλιν ἦν ἀνάγκη τοῦτο γενέσθαι διὰ τὴν τῶν προσώπων ποιότητα τῶν μισούντων τὴν Ἀφροδίτην, ποιεῖ ὁ ποιητὴς εὐμεθόδως τὸ πρᾶγμα, καὶ προεπισημηνάμενος ὡς, εἰ καὶ φορτικὸν ἐνταῦθα τὸ σκώπτειν, ὅμως ἀναγκαῖον οὕτως ἐπάγει τὸ σκῶμμα. (v. 421—5) Φησὶ γὰρ