Ancient Greek · ~6 min
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.114
Not analysed yet
πενθούσῃ δὲ πολλὰ ἐπ' ἐκείνῳ, ὁποῖον δή τι πάθοι ἂν καθ' Ὅμηρον καὶ ἡ Αἰγιάλεια θανόντος τοῦ ἀνδρός. οὕτω καὶ τὴν Πηνελόπην ἱστορεῖ κλαίουσαν ἐπὶ τῷ Ὀδυσσεῖ οὐ μόνον μεθ' ἡμέραν, ἀλλὰ καὶ νυκτός, ὃ μάλιστα φιλίας πλείονος ἔνδειξις. [Ἐπίτασιν δὲ γόου δηλοῖ τὸ δι' αὐτοῦ νύκτωρ τοὺς κοιμωμένους ἀφυπνίζεσθαι.] (v. 416) Ὅτι ὥσπερ τὸν ἱδρῶτα ἱδρῶ λέγει κατὰ ἀποκοπὴν ὅλης συλλαβῆς, οὕτω τὸν ἰχῶρα ἰχῶ, οἷον «ἀμφοτέρῃσιν ἀπ' ἰχῶ χειρὸς ὀμόργνυ». καὶ ἔστιν ὅμοιον καὶ τὸ τὸν κυκεῶνα εἰπεῖν κυκεῶ, καὶ Ἀπόλλω τὸν Ἀπόλλωνα. Τὸ δὲ γράφειν ἰχῶρ μετὰ τοῦ ρ κατὰ ἀποκοπὴν μόνου τοῦ τελευταίου φωνήεντος οὐ πάνυ ἀρέσκει τοῖς παλαιοῖς διά τε τὴν καινότητα τῆς ἀποκοπῆς καὶ ἵνα μὴ συμφωνῇ τῇ εὐθείᾳ. Ἰστέον δὲ ὅτι τοῦ Γεωγράφου ἱστοροῦντος καινήν τινα ἀποκοπὴν τοῦ ἧλος ἧλ, οἷον δαιμόνιος ἧλ, οὐ πάνυ ξενίζον ἂν εἴη τὸ εἰπεῖν τὸν ἰχῶρα ἰχῶρ. Τὸ δὲ ἀμφοτέρῃσιν ἀπὸ κοινοῦ ἔχει νοούμενον τὸ χερσί. Τὸ δὲ ὀμόργνυε γίνεται μὲν ἀπὸ τοῦ ὀμόργω, ὡς ἄγω ἀγνύω, καθὰ καὶ ἑτέρωθι ἐρρέθη. δηλοῖ δὲ τὸ ἀπεπίεζε. Τὸ δὲ ὀμόργω ἀπὸ τοῦ ἀμέλγω ἔχει τὴν παραγωγήν, ὃ καὶ ἀμέργω λέγεται, ὡς προείρηται. (v. 417) Ὅτι ἐπὶ συντόμου θεραπείας σώματος οἰκεῖον τὸ «ἄλθετο χείρ», ἢ ἄλλο τι μέρος σωματικόν, «ὀδύναι δὲ κατηπιόωντο βαρεῖαι». Καὶ σημείωσαι, ὡς ψιλοῦται τὸ ἤπιον. οὐ γὰρ λέγει καθηπιόωντο, ἀλλὰ ψιλῶς κατηπιόωντο. δῆλον δ' αὐτὸ καὶ ἐν τοῖς ἑξῆς ἐκ τοῦ «ἐπί τ' ἤπια φάρμακα πάσσειν». Τῶν δέ γε μεθ' Ὅμηρόν τινες ἐδάσυνον αὐτὸ ἐκ τοῦ ἥδω παράγοντες. Ὅρα δὲ