Ancient Greek · ~6 min
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.117
Not analysed yet
Ἀχαιϊάδων, καταρρέζουσα ἐξέσθη τὴν χεῖρα. [Ποιεῖ δὲ τὴν τοιαύτην ἐπανάληψιν ἀναγκαίως οὐ διὰ κωλικὴν σχοινοτένειαν, ἀλλὰ διότι πάνυ χρειῶδες εἰς τὸ προκείμενον νόημα οὐ μόνον τὸ «ἀνιεῖσα», ἀλλὰ καὶ μᾶλλον τὸ «καρρέζουσα». διὸ εἰπὼν ἐν πρώτοις τὸ ἀνιεῖσα, ἔθετο ἐν τῇ ἐπαναλήψει καὶ τὸ λίαν καιριώτατον, ἤγουν τὸ καρρέζουσα.] Ὅρα δὲ καὶ τὸ καταρρέζουσα ἤτοι καταψῶσα. ἡ γὰρ οὕτω ποιοῦσα εἰκότως ἂν ἀμυχθείη χεῖρα τῇ πρὸ τοῦ στήθους περόνῃ. Δῆλον δὲ καὶ ὅτι δεξιᾷ χειρὶ ὡς τὰ πολλὰ γίνεται τὸ καταψᾶν. τὴν δεξιὰν ἄρα χεῖρα ἔοικε τετρῶσθαι ἡ Ἀφροδίτη, τὴν καταρρέζουσαν, ὅπερ καὶ τῇ ἀλληγορίᾳ συντρέχει. Ὡς γὰρ προείρηται, τοῦ Ἄρεος εἰς τὰ ἀριστερὰ τῆς μάχης ὄντος, ὁ Διομήδης εἰς τὰ δεξιὰ εὐδοκίμησε. διὸ καὶ χεῖρα ἁραιήν, τὴν διχῶς πνευματιζομένην, οὐ νοητέον ἀριστερὰν ἀλλ' ἀσθενῆ κατὰ τοὺς παλαιούς. Τὸ δὲ «πρὸς χρυσῇ περόνῃ» ταὐτόν ἐστι τῷ ἐγγὺς τῆς χρυσῆς περόνης. Ἀττικὸν δὲ τὸ δασύνειν τὴν ἁραιήν. (v. 428) Ὅτι πρὸς τὸν ἐπαγγελλόμενον ἔργα στρατιωτικὰ ἢ ἀθλητικά, ὅσα μὴ δεξιῶς ἔχει ποιεῖν, καλὸν λεχθῆναι τὸ «οὔ τοι δέδοται πολεμήϊα ἔργα». (v. 429) Εἰ δὲ καὶ περὶ ἔρωτας ὁ τοιοῦτος πονεῖται, προσεπιλεκτέον καὶ τὸ «ἀλλὰ σύ γ' ἱμερόεντα μετέρχεο ἔργα γάμοιο». Ζεὺς δὲ ταῦτα πρὸς τὴν Ἀφροδίτην φησὶ τὴν ἄναλκιν, λέγων καὶ ὅτι ταῦτα δ' Ἄρηϊ θοῷ καὶ Ἀθήνῃ μελήσει, ὡς καὶ ἀλληγορικῶς καὶ μυθικῶς τῆς Ἀφροδίτης μὲν ἀπολέμου οὔσης, πολεμικῶν δὲ τῆς Ἀθηνᾶς καὶ τοῦ Ἄρεος. Τὰ δὲ ἱμερόεντα, ταὐτὸν δ' εἰπεῖν ἐρόεντα καὶ ἱμερτά, ἐκ τοῦ ἱμείρω λέγεται,