Ancient Greek · ~6 min
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.118
Not analysed yet
προσεχέστερον δὲ εἰπεῖν, ἐκ τοῦ ἵμερος, ὃν Εὐριπίδης ὡς φάρμακον Ἀφροδίτης πλάττει ἰῶδες ἐν τῷ «μήποτ' ἐπ' ἐμοὶ χρυσέων τόξων ἐφίης ἱμέρῳ χρίσασ' ἄφυκτον ὀϊστόν». Τὸ δὲ «ἔργα γάμοιο» ἔχει τι κάλλους, εἰ καὶ ἀμυδρὸν κατὰ τοὺς ῥήτορας, ἐν τῷ τὴν λήγουσαν τῆς πρώτης λέξεως ἀρχὴν τῆς δευτέρας γίνεσθαι. (v. 430) [Τὸ δὲ «Ἄρηϊ θοῷ» καὶ ἑξῆς, προαναφώνησις καιρία ἐστίν, ὡς τοῦ Ὁμηρικοῦ Διός, ὅ ἐστι νοός, μετ' ὀλίγα τερατευσομένου πολεμικήν τινα περιπέτειαν ἐν Ἀθηνᾷ καὶ Ἄρεϊ, δι' ἧς ὁ Διομήδης φανεῖται σεμνός. (v. 429) Ἰστέον δὲ καὶ ὅτι ἔργα γάμου ὁ ποιητὴς ἐνταῦθά φησιν οὐ τὰ γυναιξὶν ἁπλῶς ἀνήκοντα, οἷον ἱστόν, ἠλακάτην, καὶ ὅσα ἄλλα οἶδεν αὐτός, ὧν ψιλὴν μνείαν ἔθετο ἐν τῷ «οὔτ' ἂρ φρένας οὔτε τι ἔργα», τὰ μετὰ γάμον δηλαδὴ λόγῳ οἰκονομίας, ἀλλὰ τὰ εἰς αὐτὸν γάμον χρήσιμα, οἷον τὸν ἔρωτα, τὴν φιλότητα, τὸν ἵμερον, τὴν ὀαριστύν, τὴν πάρφασιν, καὶ τὰ τοιαῦτα, οὐκ Ἀθηνᾷ Ἐργάνῃ, ἀλλ' Ἀφροδίτῃ, μητρὶ ἐρώτων, ἐπιπρέποντα.] (v. 432—42) Ὅτι οὕτω θαρραλέος ὁ Διομήδης, ὥστε καὶ τοῦ Ἀπόλλωνος καταθαρρεῖ, ὅτε τὸν Αἰνείαν ἐκεῖνος ἔσῳζεν, ὑπερέχων τὰς χεῖρας. καὶ τρὶς μὲν ἐπόρουσε τότε τῷ Αἰνείᾳ, τρὶς δέ οἱ ἐστυφέλιξε φαεινὴν ἀσπίδ' Ἀπόλλων. Τὸ δὲ τέταρτον καὶ δεινὰ ὁμοκλήσας, ἤγουν ἀπειλησάμενος, ἐνέκοψε τῆς ὁρμῆς. Δηλοῖ δὲ ὁ λόγος ὅτι καὶ ὑπὲρ τὸ εἱμαρμένον ἀνδρίζεται νῦν ὁ Διομήδης. εἱμαρμένην γάρ τινα καὶ ὁ Ἀπόλλων δηλοῖ, καθὰ καὶ ὁ Ζεύς, ὡς καὶ προείρηται καὶ πολλαχοῦ φανήσεται. Ἐν τούτοις δὲ ὅρα ὅτι τε, ὡς πρὸ βραχέων ἐρρέθη τὸ «γινώσκων ὅτ' ἄναλκις