Ancient Greek · ~4 min
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.119
Not analysed yet
ἔην θεός», οὕτω καὶ ἐνταῦθα κεῖται τὸ «γινώσκων ὅ οἱ αὐτὸς ὑπείρεχε χεῖρας Ἀπόλλων», τουτέστιν, ὅτι ὑπερεῖχεν, ὅ ἐστι σκέπων ἄνω εἶχε τοῦ Αἰνείου τὰς χεῖρας, καὶ ὅτι θεομάχου θρασύτητος τὸ «οὐδὲ θεὸν μέγαν ἅζετο». (v. 438) Καὶ ὅτι δαιμόνιον ἐπήρειαν φράσει ποτὲ τὸ «ἀλλ' ὅτε δὴ τὸ τέταρτον ἐπέσσυτο δαίμονι ἶσος». Εἴη δ' ἂν ἐνταῦθα τὸ ἶσος ἀκυριολέκτητον, ὡς καὶ ἐν ἄλλοις μυρίοις. Τὴν δέ γε διαφορὰν αὐτοῦ πρὸς τὸ ὅμοιον δηλοῦσι μὲν καὶ πεζολέκται σοφοί, δηλοῖ δὲ οὐδὲν ἧττον σαφέστατα καὶ Εὐριπίδης ἐν τῷ «οὔθ' ὅμοιον οὐδὲν οὔτ' ἶσον βροτοῖς», ὧν τὸ μὲν ποιότητος, τὸ ὅμοιον, τὸ δὲ ποσότητος, τὸ ἶσον δηλαδή. (v. 440—2) Ὅτι ὁ τῆς πρὸς μεγάλους ἔριδος ἀπείργων τινὰ ἀστείως ἂν εἴποι τὸ «φράζεο καὶ χάζεο, μηδὲ θεοῖς ἶσ' ἔθελε φρονέειν, ἐπεὶ οὔ ποτε ὁμοῖον φῦλον ἀθανάτων τε θεῶν χαμαί τε ἐρχομένων ἀνθρώπων». Πάρισα δὲ ἐκφανῆ τὸ «φράζεο Τυδείδη καὶ χάζεο». Τὸ δὲ ὁμοῖον ὅτι ἀναλόγως προπερισπᾶται καὶ οὐ παρὰ τύπον κατὰ τὸ προπαροξυτονούμενον ὅμοιον, πολλαχοῦ δηλοῦται,