Ancient Greek · ~5 min
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.121
Not analysed yet
ληγοροῦσιν αὐτὸν εἴς τι κάλλος ἐγχώριον, ὅπερ καὶ αὐτὸ ὡς οἷά τι εἴδωλον τοῦ ἐγκοσμίου κάλλους οἰκείως ἂν ἔχοι πρὸς τὸν Ἀπόλλωνα, ἤτοι τὸν ἥλιον, καθὰ καὶ ὁ πᾶς κόσμος, τὸ μέγα τοῦ ὄντος εἴδωλον. Τὸ δὲ τοὺς Ἕλληνας περὶ αὐτὸ μυρία πάσχειν αἰνίττεται, φασίν, ὅτι αἱ τῶν ψυχῶν ὑλικώτεραι οὐκ ἀπαλλάσσονται τῶν τοιούτων εἰδώλων, ἀλλὰ τοῖς τοιοῖσδε προστετηκυῖαι κάλλεσι περὶ αὐτὰ τρίβονται. [Σημείωσαι δὲ ὅτι κόσμου μὲν εἴδωλον ἀλληγορικῶς καὶ γλαφυρώτερον ἐν τοῖς εἰρημένοις τέθειται. Οἱ δὲ μεθ' Ὅμηρον ἄλλως παχυλῶς μηχανήν τινα, ὡς εἴδωλον κοσμικόν, ἐσκεύασαν ἐπὶ κολακείᾳ βασιλικῇ. Δημητρίων γάρ, φασίν, Ἀθήνῃσιν ἀγομένων, ἐγράφετο Δημήτριος ἐν τῷ προσκηνίῳ ἐπὶ τῆς οἰκουμένης ὀχούμενος. Δημητρίου δ' ἐνταῦθα μνεία τοῦ Πολιορκητοῦ, ᾧ καὶ ἤγοντο τὰ εἰρημένα Δημήτρια ὡς ἀλαζόνι.] (v. 44953) Φράζει δ' ἐνταῦθα Ὅμηρος οὕτως «αὐτὰρ ὃ εἴδωλον τεῦξ' ἀργυρότοξος Ἀπόλλων, αὐτῷ τ' Αἰνείᾳ ἵκελον καὶ τεύχεσι τοῖον. ἀμφὶ δ' ἄρ' εἰδώλῳ Τρῶες καὶ δῖοι Ἀχαιοὶ δῄουν ἀλλήλων ἀμφὶ στήθεσσι βοείας, ἀσπίδας εὐκύκλους λαισήϊά τε πτερόεντα». (v. 453) Καὶ ὅρα ὡς οὐ μόνον ὀϊστοὶ πτερόεντες, ἀλλὰ καὶ λαισήϊα πτερόεντα. [Πλὴν ταῦτα μὲν ὡς κοῦφα κατὰ πτερά, ἐκεῖνοι δὲ ὡς πτεροῖς διοικονομούμενοι πρὸς ἐκπέτασμα.] Δόρυ δὲ πτερόεν μὲν ῥητῶς οὐκ ἐφράσθη, παρελαλήθη δὲ ἐν τῷ «μελίη ἰθυπτίων», ἤγουν ἰθὺ πετομένη,