Ancient Greek · ~5 min
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.122
Not analysed yet
ὡς οἷα πτερόεσσα. Ἔστι δὲ τὸ λαισήϊον ἀσπίδος γένος θυρεοειδές, ἀναφορέα οὐκ ἔχον ἀλλὰ ζυγὸν διὰ μέσου. οἱ δέ φασιν εἶναι αὐτὸ θυρεὸν ἐπιμήκη, οἱ δὲ λάσιον ἐτυμολογοῦσιν αὐτό, φάσκοντες εἶναι ἐκ τετριχωμένων δερμάτων ἀνεργάστων. Κοῦφον δέ ἐστι τὸ λαισήϊον καὶ οὐδὲ μεγαλόκυκλον. διὸ καὶ πτερόεν αὐτὸ λέγει καὶ ἀντιδιαστέλλει πρὸς τὰς εὐκύκλους ἀσπίδας, λέγων βοείας εὐκύκλους ἀσπίδας καὶ λαισήϊα. Ὅλως δὲ οἱ πλείους τῶν παλαιῶν ἀσπιδίσκιον ὠμοβύρσινόν φασι τὸ λαισήϊον. Φησὶ γοῦν περί τινων καὶ Ἡρόδοτος ὅτι λαισήϊα εἶχον ἀντὶ ἀσπίδων, ὠμοβοείοις πεποιημένα. ἔνθα καὶ σημείωσαι τὸ ὠμοβοείοις, ὡς χρήσιμον εἰς τὸ βοῦς, ἡ βύρσα. Ἡρῳδιανὸς δέ φησι καὶ πάντα τὰ κατὰ μάχην σκεπαστήρια λαισήϊα λέγεσθαι διὰ τὸ ἐν τῇ λαιᾷ φέρεσθαι. (v. 451 s.) [Τὸ δὲ δῖοι καὶ τὸ δῄουν ἐγγὺς παρατεθειμένα ψευδοπαρήχησίν τινα καὶ αὐτὰ κατὰ τὰς προδεδηλωμένας ὑποκρούεται.] (v. 457—9) Ὅτι Ἀφροδίτη μὲν οἷα καὶ ἐναγώνιος καὶ οὐδὲ σοφὴ ἀκατασκεύως εἶπε πρὸ ὀλίγου, ὅτι ὁ Διομήδης καὶ ἂν πατρὶ Διῒ μάχοιτο, Ἀπόλλων δέ, ἀνομοίως ἔχων τῇ Ἀφροδίτῃ, λέγει εὐμεθόδως τὸ αὐτὸ νόημα κάλλιον, καὶ εἰπὼν καὶ αὐτός, ὅτι ὁ Διομήδης μάχοιτο ἂν πατρὶ Διΐ, ἐπάγει κατασκευὴν τοιαύτην· «Κύπριδα μὲν πρῶτα σχεδὸν [οὔτασε χεῖρ' ἐπὶ καρπῷ», τῷ προρρηθέντι. ὃ δὴ ἑρμηνεία ἐστὶ τοῦ «ἄκρην οὔτασε χεῖρα, πρυμνὸν ὑπὲρ θέναρος», ἤγουν οὐ κατὰ τὸ ἄκρον καὶ πρυμνὸν τὸ πρὸς τοῖς δακτύλοις, ἀλλὰ κατὰ τὸ