Ancient Greek · ~5 min
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.129
Not analysed yet
ἵπποι» ἐν Ὀδυσσείᾳ. Τὸ δὲ ὄαρ συναιρεθὲν γέγονεν ὦρ περισπωμένως, ὡς ἔαρ ἦρ, κέαρ κῆρ, ἄολξ ὦλξ, καὶ πληθυνθὲν ἐγένετο ὦρες, οὗ ἡ δοτικὴ ὤρεσιν Ἰωνικῶς, ὡς κύνεσιν, ἄνδρεσιν. Χρῆσις δὲ τῆς μὲν ξυναόρου ἔν τε ἄλλοις καὶ ἐν τῷ «τὴν σὴν ἀπολάβῃς ξυνάορον», τοῦ δὲ ξυναόρου ἐν τῷ «νύμφας ὀρφανὰς ξυναόρων», ὅ ἐστι συζύγων. (v. 490) Τὸ δὲ «νύκτας τε καὶ ἦμαρ» δηλοῖ μὲν καὶ αὐτὸ τὸ μὴ μόνον ἐν ἡμέρᾳ δεῖν ἐνεργὸν εἶναι τὸν ἀρχηγὸν καὶ ἐπιμελῆ, ἀλλὰ καὶ ἐν νυκτί, καὶ μὴ παννύχιον εὕδειν, ὥς που εἴρηται. Ἔχει δὲ τὸ ἦμαρ ἀντὶ ἐπιρρήματος, οἷον καὶ τὸ αὐτῆμαρ, ἐννῆμαρ. Ἐν τούτοις δὲ σημείωσαι καί, ὅτι πρὸ ὀλίγου μὲν ὁ Ἄρης τοὺς ὅλους υἱοὺς τοῦ Πριάμου ὀτρύνων εἰς μάχην ὀλίγα τινὰ ἐν πέντε στίχοις ἐδημηγόρησεν, ἐνταῦθα δὲ ὁ Σαρπηδὼν πάνυ εὐπορεῖ πρὸς τὸν Ἕκτορα. Αἴτιον δὲ ὅτι οἱ μὲν υἱοὶ τοῦ Πριάμου ἀόριστον ὄνομα, ὡρισμένον δὲ καὶ κύριον ὁ Ἕκτωρ. πλείων δὲ ἀεὶ τοῖς ῥήτορσιν εὐπορία ἐν τοῖς ὡρισμένοις ἐστίν, ὡς δῆλον καὶ ἐκ τῶν ἠθοποιϊῶν τῶν τε ἄλλων καὶ τῶν Ὁμηρικῶν. δῆλον γὰρ ὅτι ἀορίστων μὲν προσώπων ἠθοποιΐας ἐκτιθεὶς Ὅμηρος στενολογεῖ, ἐμπλατύνεται δὲ ταῖς ἀπὸ τῶν κυρίων. καὶ οὕτω μὲν ταῦτα. (v. 472—92) Ἰστέον δ' ἐν τοῖς ῥηθεῖσι καὶ ὅτι πρὸς μὲν τὸν ἐνδόντα τοῦ πονεῖν