Ancient Greek · ~3 min
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.128
Not analysed yet
εὐήνορα οἶνον». (v. 485) Τὸ δὲ «τύνη» Δωρικὴ καὶ νῦν ἀντωνυμία, πεζογράφοις ἄχρηστος, κειμένη καὶ παρ' Ἡσιόδῳ. (v. 486) Τὸ δὲ «ὤρεσσι» δηλοῖ μὲν τὸ γυναιξίν, ἀνδράσι συνεζευγμέναις, τοιαύτην δέ τινα ἔχει διάθεσιν παραγωγῆς. Ἔστι ῥῆμα ἀείρω τὸ ὁμοῦ εἴρω καὶ συζευγνύω, ὡς τὸ «σὺν δ' ἤειρεν», ἤγουν συνέζευξε, συνέδησεν. Ἐξ αὐτοῦ ῥηματικὸν ὄνομα ἄορ ἡ συνεζευγμένη καὶ ὁμοῦ οὖσα τῷ ἀνδρὶ γυνή. διὰ δὲ τὴν πρὸς τὸ ξίφος συνέμπτωσιν μετατεθὲν τὸ ἄορ γέγονεν ὄαρ, ἐξ οὗ καὶ ἁπλῶς ὀαρίζω τὸ σύνειμι καὶ οἷον συνέζευγμαι καὶ ὁμιλῶ, καὶ ὀαριστύς ἡ ὁμιλία, καὶ ὀαριστής ὁ ὁμιλητής, καὶ ξυνάορος κατὰ τὴν τραγῳδίαν ἡ γυνή, καὶ μήν ποτε καὶ ὁ ἀνήρ, καὶ ξυνωρίς ἡ συζυγία τῶν ἵππων. καὶ «τετράορον φάσμα ταύρου», καὶ τέτρωρον, τὸ τετράζευκτον, καὶ τετράορες