Ancient Greek · ~4 min
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.131
Not analysed yet
πανάγρου. οὐ γὰρ ἁπλῶς ἅπαν λίνον δίκτυόν ἐστιν, ἀλλὰ τὸ τοιῶσδε σκευασθέν, ὁποῖον σὺν ἄλλοις καὶ τὸ πάναγρον, δικτύου εἶδός τι ὄν. ἄλλως γὰρ πολυσήμαντον τὸ λίνον. Φασὶ δὲ τὰ Σχόλια δέον εἶναι βαρύνεσθαι τὴν εὐθεῖαν τοῦ ἀψῖσιν, ἵνα λέγηται ἄψις ἢ ὡς Αἰολικόν, καθὰ καὶ Ἡσίοδος τρισπίθαμον ἄψιν φησίν, ἢ καὶ ἀναλόγως ὡς ἀπὸ μέλλοντος ὄν, καθάπερ τὸ μέμψις καὶ ὄψις, ὥστε εἶναι τὴν δοτικὴν τῶν πληθυντικῶν ἄψισι προπαροξυτόνως. Λέγουσι δὲ καὶ ὅτι ψιλοῦται τὸ α ἐνταῦθα παραδόξως, καίτοι ἐκ τοῦ ἅπτω γινόμενον, ὥσπερ αὖ πάλιν ἐκ τοῦ ἐναντίου τὸ ἅλυσις, καίτοι στερητικὸν ἔχον τὸ α, ὅμως καινότερον δασύνεται. Ὅτι δὲ καὶ ἐπὶ τροχοῦ ἡ ἁψίς, δῆλον. Φησὶ γοῦν καὶ Παυσανίας, ὅτι ἁψίς ξύλινος κύκλος τροχοῦ. τὸ δ' ἐπ' αὐτοῦ σιδηροῦν ἐπίσωτρον. Ὅμηρος δὲ τὸν μὲν τροχὸν ὅλον κύκλον ὀνομάζει, τὴν δὲ ἁψῖδα ἴτυν. Λίνον δὲ καὶ ἐπὶ τῶν τῆς νηὸς ἱστίων λέγεται, καὶ ἐπὶ δικτύων κυνηγετικῶν, ὅθεν καὶ τὸ «διελινήσατο ὁ λαγῳός», τουτέστιν ἐξελίνησεν, ἤτοι διεξέφυγε τὰ λίνα. Καὶ φυλάττεται ἡ ῥητορικὴ αὕτη λέξις ἔτι νῦν παρὰ πολλοῖς τῶν ἐν τῇ Ἀσίᾳ, οἳ καὶ