Ancient Greek · ~6 min
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.132
Not analysed yet
τὰ τοιαῦτα λίνα λινάριά φασιν. Ἔστι δ' εὑρεῖν ποτε, καθὰ μίτον, οὕτω καὶ λίνον καὶ ἐπὶ μουσικῆς χορδῆς λεγόμενον κατὰ παλαιτάτην χρῆσιν, καθ' ἣν καὶ χέλυς ἡ λύρα λέγεται. Αἵ τε γὰρ χορδαὶ ἦν ὅτε λίνεαι ἦσαν, καὶ Ἑρμῆς δέ, φασί, πρῶτος Ἀπόλλωνι σκευωρίαν μουσικὴν ἐξ ὀστράκου χελώνης ἐμηχανήσατο εἰς λύσιν μήνιδος τῆς ἐπὶ κλοπῇ βοῶν ἐκείνου. Διὸ καὶ χέλυς ἡ αὐτὴ καὶ λύρα, τοῦτο μὲν ὡς οἷον λύτρα τις, ἐκεῖνο δὲ ὡς ἀπὸ τῆς χελώνης, ἀφ' ἧς χελύω χελύσω ῥῆμα, ὅθεν ἡ χέλυς. [Ἰστέον δὲ ὅτι τὸ «λίνου» συστέλλει τὸ δίχρονον, ὡς καὶ ἐν τῇ Ἀσπιδοποιΐᾳ δηλοῦται. Διὸ καὶ μετὰ τῆς ληγούσης καὶ παραληγούσης τοῦ «ἁψῖσι» δάκτυλον ποιεῖ, εἰ καί τινες ἄλλως ποδίζουσι.] καὶ οὕτω μὲν καὶ τοῦτο. (v. 489) Ἐν δὲ τοῖς εἰρημένοις κεῖται καὶ τὸ ὑμήν ἀντὶ τοῦ ὑμετέραν. Φησὶ γὰρ «εὖ ναιομένην πόλιν ὑμήν». Ἐν δὲ Ὀδυσσείᾳ ὑμὰ κτήματα λέγει τὰ ὑμέτερα. ὥστε ἔοικεν εὐθεῖα εἶναι ὑμός ὁ ὑμέτερος, εἰ καὶ μὴ ἐν χρήσει εὕρηται, ὥσπερ καὶ σφός, ὁ ἴδιος, αὐτὸ μὲν σεσίγηται, ἔχει δὲ τὰ ἐξ αὐτοῦ κινούμενα. [Ὅτι δὲ καὶ ἁμός ἐστιν ὁ ἡμέτερος ἐν πρώτῳ προσώπῳ, δηλοῖ καὶ ὁ γράψας «ἁμὸν πατέρα».] (v. 493) Ὅτι ἔδακε φρένας Ἕκτορι ὁ ῥηθεὶς τοῦ Σαρπηδόνος μῦθος. τῷ ὄντι γὰρ σφοδρὸς ἦν καὶ οἷος καθικέσθαι, ὡς προείρηται, τῆς ἐκείνου ψυχῆς. διὸ οὐδὲ λαλεῖ τι, ὡς μὴ ἔχων ἀντειπεῖν. Σημείωσαι δὲ ὅτι ἐκ τοῦ «ἔδακε θυμόν», ἐξ οὗ παρ' Εὐριπίδῃ τὸ «μή τι σὴν δάκω φρένα», ἐν ἄλλοις σύγκειται δακέθυμος ἄτα καὶ ὁ θυμοδακὴς μῦθος. Εἰ