Ancient Greek · ~6 min
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.143
Not analysed yet
λιγυρῇσιν» ἐζήλωσεν ὁ εἰπὼν «σμερδνῇσι γαμφηλῇσι συρίζων φόνον». Τοῦ δὲ «ἀέντες» τὸ θέμα καὶ τὸν ἀήτην ποιεῖ καὶ τὸ τῶν πνευμάτων ἄημα καὶ τὸν ἄνεμον δὲ ἐπενθέσει τοῦ ν. (v. 520—2) Ἐν δὲ τοῖς ῥηθεῖσι κεῖται περὶ τῶν δηλωθέντων ἡρώων καὶ τὸ «οἳ δὲ καὶ αὐτοὶ οὔτε βίας Τρώων ὑπεδείδισαν», ἤγουν ἐδειλίασαν, «οὔτε ἰωκάς, ἀλλ' ἔμενον νεφέλαις ἐοικότες», ὡς εἴρηται, ἃ δὴ θαρσαλεότητός ἐστιν ἐνδεικτικά. Ἔστι δὲ τοῦ μὲν ἐδείδισαν ἀρχὴ τὸ δεδίω, ἐξ οὗ ἐπενθέσει τοῦ ι δειδίω, ὅθεν δειδία ἡ νύξ. τοῦ δὲ ἰωκάς ἡ διωκή, ὡς καὶ τοῦ ἰωχμοῦ ὁ διωγμός, ἀπελθόντος τοῦ ἐν ἀρχῇ συμφώνου, ὡς καὶ ἐν τῷ σῦς ὗς καὶ τοῖς ὁμοίοις. Ἐδύνατο δὲ καὶ ἰῶκας εἶναι προπερισπωμένως διὰ τὸ καὶ ἑνικὴν αἰτιατικὴν Ὁμηρικῶς εἶναι τὴν ἰῶκα. (v. 528—32) Ὅτι Σαρπηδὼν μὲν ἄδειαν ἔχων πολέμου μακρὰ ἐδημηγόρησε πρὸς Ἕκτορα, ὁ δὲ Ἀγαμέμνων ἐν ἀκμαίᾳ μάχῃ μὴ ἔχων πολυλογεῖν βραχέα τινὰ λέγων, ὀτρύνει τοὺς Ἀχαιούς. Φησὶ γὰρ ὁ ποιητής, ὅτι «ἀν' ὅμιλον ἐφοίτα, πολλά», ἢ μακρά, «κελεύων· ὦ φίλοι, ἀνέρες ἐστὲ καὶ ἄλκιμον ἦτορ ἕλεσθε ἀλλήλους τ' αἰδεῖσθε κατὰ κρατερὰς ὑσμίνας». Εἶτα ἐπιπλέκει γνωμικόν, ὃ καὶ ἀλλαχόθι οὕτως ἐρεῖ «αἰδομένων δ' ἀνδρῶν πλέονες σόοι ἠὲ πέφανται. φευγόντων δὲ οὔτ' ἂρ κλέος ὄρνυται οὔτε τις ἀλκή», ἤγουν οἱ φεύγοντες σὺν τῷ ἀκλεεῖς εἶναι οὐδὲ ἄλκιμόν τι ποιοῦσι προβάλλοντες ἑαυτοὺς εἰς ἀναίρεσιν. Καὶ ταῦτα εἰπὼν εὐθὺς ἀκοντίζει καὶ βάλλει πρόμαχόν τινα, ἵνα δείξῃ ὅτι τέλειός ἐστι στρατηγός, οὐ μόνον λόγοις