Ancient Greek · ~5 min
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.142
Not analysed yet
σθαι δοκεῖ, ὡς τροφῆς ὢν αἴτιος διὰ τὸ ἁδρύνειν τοὺς στάχυας. [Δύναται δὲ καὶ καθὰ βορὸν ὕδωρ διὰ τὴν ἐκ ψυχρίας κενεαγγίαν λέγεται, οὕτω καὶ ἄνεμος βορέας ὁ διὰ τοιοῦτον αἴτιον βορότητος αἴτιος ὤν.] (v. 525) Ὥσπερ δὲ ζάλη ἡ μεγάλη ἄελλα, οὕτω καὶ ζαχρειεῖς ἄνεμοι οἱ ἄγαν χρειώδεις, πάντες γὰρ ἡμῖν χρήσιμοι. καὶ τούτῳ τῷ λόγῳ γράφεται ἡ παραλήγουσα διὰ διφθόγγου, ἔχουσα ἢ τὸ ε καὶ ι ἢ τὸ η μετὰ τοῦ ι. ἐὰν δέ γε διὰ μόνου τοῦ η γράφηται, λέγοι ἂν ζαχρηεῖς τοὺς ἄγαν βαρεῖς ἀπὸ τοῦ χράω, τὸ ἐπιπίπτω, ὡς τὸ «μητέρι μοι μνηστῆρες ἐπέχραον», καὶ παρὰ Ἡροδότῳ «ἐνέχραεν εἰς τὸ πρόσωπον τὸ σκῆπτρον». Ὅθεν καὶ ζαχρηεῖς ἴσως ἄνεμοι οἱ ἄγαν ἐπιπίπτοντες, οἳ καὶ δύνανται μάλιστα σκεδάσαι νέφη, ὧν καὶ αἱ πνοαὶ λιγυραὶ διὰ τὸ μετὰ ψόφου ποιοῦ τινος πνέειν. οὗ πρὸς ὁμοιότητα καὶ μάστιξ λιγυρά, ἡ ἐν ἀέρι ψοφοῦσα. Οὐ μόνον δὲ ἀνέμων ἐπίθετον τὸ ζαχρηές, ἀλλ' ἐν τοῖς ἑξῆς καὶ ἐπὶ στρατιωτῶν ἡ λέξις εὑρεθήσεται. Ὅρα δὲ καὶ ὅτι οὐ μόνον οὔρεα σκιόεντα ἀλλὰ καὶ νέφεα. ἐρεῖ δέ που καὶ μέγαρα σκιόεντα. (v. 526) Τὴν δὲ παρίσωσιν τοῦ «πνοιῇσιν