Ancient Greek · ~6 min
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.145
Not analysed yet
εὐρὺ ῥέει Πυλίων διὰ γαίης, τουτέστιν οὐ μένει ἀεὶ κατὰ χώραν, ἀλλ' ὑπερβαίνων τὴν κοίτην εὐρύνεται, ὃ δὴ μέχρι καὶ νῦν φαίνεται ποιῶν, [καθὰ καί τινες ἄλλοι εὐρύ τε ῥέειν ἐν διαλύσει λεγόμενοι καὶ εὐρυρέειν συνθέτως.] Διὰ τί δὲ λέγεται Ἀλφειός, εἴρηται μὲν καὶ ἀλλαχοῦ. καὶ νῦν δέ, ὡς ἐν ὀλίγῳ ὑποδηλῶσαι, καλεῖται οὕτω διὰ τὸ κατά τινα ἰδιότητα δύνασθαι ἀλφοὺς θεραπεύειν, ὅθεν καὶ αὐτὸς Ἀλφός καὶ πλεονασμῷ τῆς ει διφθόγγου Ἀλφειός, ὡς ἀδελφός ἀδελφειός, ἀφνός ἀφνειός. Παραλόγως δὲ ἡ Φηρά κατὰ τοὺς παλαιοὺς ὀξύνεται, ὡς οὕτω τετριμμένη τῇ παραδόσει. ἄλλως γὰρ τὰ εἰς ρα δισύλλαβα μονογενῆ τῷ η παραληγόμενα βαρύνεται· πήρα, θήρα, Ἥρα. Σημείωσαι δὲ ὅτι καὶ ἐν τούτοις τοῖς τόποις πολλὴν ἱστορίαν κατασπείρει ὁ ποιητὴς ἄλλοις τε τρόποις καὶ διὰ τοῦ γενεαλογεῖν Τρῶάς τε καὶ Ἕλληνας πίπτοντας, καὶ ὅτι ἔοικε σχετικῶς πως ἔχειν καὶ ὁ Διοκλῆς πρὸς τὸν ἐγχώριον ποταμὸν Ἀλφειόν. Διὸ καὶ υἱὸς αὐτοῦ εἶναι μυθεύεται, ὃς δὴ λόγος καὶ ἑτέρους τῶν ἡρώων ἐκ θαλάσσης ἢ πηγῆς ἢ ποταμοῦ κατάγει τινὸς καὶ ὅλως ἐκ τόπων τινῶν, οἷς ἐκεῖνοι ἔχαιρον, ὡς προδεδήλωται. (v. 547—9) Ἰστέον δὲ καὶ ὅτι παλαίτατον ἔθος ἦν τοὺς ἐγγόνους καλεῖσθαι τοῖς τῶν πάππων ὀνόμασιν εἰς ἀνάμνησιν τῶν προγόνων [καὶ ἵνα δοκοῖεν ὡς οἷον ἀναζῆν οὕτω οἱ θανεῖν φθάσαντες, καὶ ἄλλως δέ, ἵνα ἐξαρκοῖεν τῷ γοῦν ὀνόματι ἐπὶ πλεῖον καὶ οὕτω πως ἀπαθανατίζοιντο.] Ἐνταῦθα γοῦν Ἀλφειοῦ Ὀρσίλοχος, τοῦ δὲ Διοκλῆς, οὗ διδυμάονες Κρήθων τε καὶ Ὀρσίλοχος ὁμώνυμος τῷ πάππῳ, οὓς ἀναιρεῖ ὁ Αἰνείας. (v. 550 s.) Ἔστι δ' ἐν τούτοις γνῶναι καὶ ὡς ὁ ἡβῶν ὡραῖος ἤδη ἐστὶ τοῦ πολεμεῖν. Κρήθων οὖν καὶ Ὀρσίλο-