Ancient Greek · ~5 min
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.146
Not analysed yet
χος «ἡβήσαντε Ἴλιον εἰς εὔπωλον ἅμ' Ἀργείοισιν ἑπέσθην». Λέγεται δὲ ἥβη ἡ πρώτη τε τρίχωσις τῶν αἰδοίων, καὶ ὁ τριχούμενος ἐκεῖνος τόπος, ἔτι δὲ καὶ ὁ καιρός, καθ' ὃν γίνεται τοῦτο. ἐξ ὧν παρονομάζεται ὁ ἡβῶν ὁ τὰ πρὸ τούτου ἀπότριχος κατὰ τοὺς παλαιούς. Ἐτυμολογεῖται δὲ ἀπὸ τοῦ ἥδω, ἥδη τις οὖσα κατὰ τοὺς παλαιούς, καὶ τροπῇ Βοιωτικῇ τοῦ δ εἰς β ἥβη. Διὸ καὶ ὁ ποιητής πού φησι «καὶ δ' ἔχει ἥβης ἄνθος», καὶ ἀλλαχοῦ δὲ «τοῦ περ χαριεστάτη ἥβη». (v. 551) Εὔπωλος δὲ Ἴλιος ἀντὶ τοῦ εὔιππος ἢ εὔγειος καὶ ἀγαθὴ πωλεῖσθαι ἤτοι βωλοστροφεῖσθαι. (v. 548) Διδυμάονες δὲ διδύμων διαφέρουσι, καθότι οὗτοι μὲν ἀδελφοὺς δηλοῦσιν, οἱ δὲ δίδυμοι οὐκ ἐξ ἀνάγκης. κεῖται γὰρ ἡ λέξις καὶ ἐπὶ ἁπλῶς δυάδος. διδύμους γοῦν ἀνεψιοὺς ἡ τραγῳδία οἶδε τοὺς ἁπλῶς οὕτω δύο. τοιοῦτον καὶ τὸ «διδύμην Ἐριννύν» καὶ «διδύμων πελαγέων». καὶ οἱ ὄρχεις δὲ οὕτω δίδυμοι. Ἐκτείνει δὲ ὁ διδυμάων τὴν παραλήγουσαν ἀναγκαίως διὰ μέτρου χρείαν. διὸ καὶ διὰ τοῦ ο μικροῦ κλίνεται ὁμοίως τῷ Μαχάων Μαχάονος, εἰ καὶ ἄλλως ὡς παρώνυμον ὤφειλε τὸ ω τῆς εὐθείας φυλάσσειν διόλου. [Ἐν τούτοις δὲ κείμενον τὸ «παῖδε γενέσθην»—Φησὶ γὰρ «ἐκ δὲ Διοκλῆος διδυμάονε παῖδε γενέσθην»—πρωτόθετόν ἐστι τῆς παιδογονίας καὶ τῶν παιδογόνων. Τὸ δὲ Διοκλῆος κατὰ τὸ Ἡρακλῆος κλίνεται. (v. 549) Τοῦ δὲ Κρήθωνος ἡ ἄρχουσα διὰ τοῦ η γράφεται κατὰ τὸν Κρηθέα