Ancient Greek · ~6 min
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.150
Not analysed yet
μὴ ἄρα τις κατὰ τὴν ἐν τῇ )Α ῥαψῳδίᾳ γραφεῖσαν μετάληψιν νοήσῃ φῶτα μὲν τὸν ἄνδρα, τοῦτον δὲ ἀνδρεῖον, εἶτα μεταλάβῃ τὸν φῶτα εἰς ἀνδρεῖον. Φιλεῖ δὲ τὸν βασιλέα Μενέλαον ὁ Ἀντίλοχος οὐ μόνον διὰ τὴν κατὰ ἔθνος ἐγγύτητα, ὡς Λάκωνα Μεσσήνιος, ἀλλὰ καὶ διὰ τὸν πατέρα φιλοβασιλέα ὄντα. Ὅρα δὲ καὶ ὅτι Μενέλαος μὲν εὐνοεῖται ὑπὸ τῶν Ἑλλήνων ὡς ἠδικημένος, Ἀλέξανδρος δὲ ὑπὸ τῶν Τρώων μισεῖται, οἷς ἠδίκησεν. Ἰστέον δὲ καὶ ὅτι τὸ «οὐκ ἔμεινε, θοός περ ἐών» καὶ ἑξῆς, εἰς πάντα ἕνα προσαρμόζει, δύο ἀντιμάχους ἔχοντα. (v. 567) Τὸ δὲ «ἀποσφήλειε πόνου» ἀντὶ τοῦ ἐμποδίσει, κωλύσει τοῦ ἐνεργεῖν. Πάντως γὰρ πεσόντος Μενελάου ἐλύετο ἡ μάχη, ὡς καὶ ὁ Ἀγαμέμνων ἐν τῇ Γ ἔφη «αὐτίκα γὰρ μνήσονται Ἀχαιοὶ πατρίδος αἴης» καὶ τὰ ἑξῆς. [Εἰ δὲ περὶ ποινῆς ἐκεῖνος καὶ ἐσαῦθις ἔφη μαχεῖσθαι, ἀλλὰ τοῦτο μὲν αὐτός, οἱ δὲ Ἀχαιοὶ μόγις ἂν ἔμειναν.] Σφάλλειν δὲ λέγεται τὸ συμποδίζειν καὶ ῥίπτειν. ἐξ οὗ καὶ σφέλας ἐν Ὀδυσσείᾳ τὸ ὑποπόδιον. Τούτου δὲ τὸ ἐναντίον ἀνασφάλλειν, ὃ δηλοῖ τὴν ἐκ τοῦ πτώματος ἔγερσιν. ἀποσφάλλειν δὲ τὸ πόρρω ποιεῖν καὶ ἀποπλανᾶν. (v. 574) Ὅτι βαλεῖν καὶ ἐνταῦθα φανερῶς, ὡς καὶ μετ' ὀλίγα, τὸ θεῖναι. βαλέτην γάρ, φησίν, ἐν χερσὶν ἑταίρων, ἀντὶ τοῦ ἔθεντο ἢ ἀντὶ τοῦ ἔρριψαν. ὁποῖον καὶ τὸ «βάλε σεαυτὸν κάτω». καὶ τὸ βαλεῖν δὲ ὀδόντας τοιοῦτόν τι παρὰ Ἀριστοτέλει, ὅτε λέγει βάλλειν ἄνθρωπον τοὺς