Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.149
Not analysed yet
εἰς ἰδιότητα, ἐν δὲ τοῖς ἀντιγράφοις τοῦ Λυκόφρονος καὶ αὐτὸ ὀξύνεται. Τὸ δὲ κεραΐζειν ἢ καταχρηστικῶς εἴρηται ἀπὸ ζῴων βλαπτόντων τοῖς κέρασιν ἢ ἀπὸ τοῦ κείρειν, ὡς προείρηται, ἐξ οὗ καὶ ὁ κόρος. (v. 560) Ἐλάται δὲ ὑψηλαί, ἃς καλλύνει παρίσοις εἰπὼν «ἐλάτῃσιν ἐοικότες ὑψηλῇσι», παρατετηρημένως εἴρηνται. τῷ ὄντι γὰρ εἰς πολὺ ὕψος ἡ ἐλάτη αἴρεται. Διὸ καὶ ὁ μῦθος Ὤτου καὶ Ἐφιάλτου τῶν μεγίστων αὐτὴν ἀδελφὴν γενεαλογεῖ, ὧν ἐπὶ τῷ θανάτῳ πενθοῦσα εἰς ἐλάτην μεταβέβλητο, ὡς καὶ αἱ Ἡλιάδες εἰς αἰγείρους. Ὅρα δὲ καὶ ἐνταῦθα τὸ «ἐοικότες», ὡς καὶ πρὸ μικροῦ ἐν τῷ «νεφέλαις ἐοικότες», ὧν θέμα τὸ εἴκω, ἐξ οὗ εἰκών λέγεται ἡ παραβολὴ παρὰ τοῖς ὕστερον. (v. 561) Ὅτι ἐλεεῖ ὁ Μενέλαος τοὺς τοῦ εἰρημένου Διοκλέος διδύμους παῖδας ὑπὸ τῷ Αἰνείᾳ πεσόντας, καὶ δι' αὐτοὺς ἐφορμᾷ τῷ Αἰνείᾳ. Ἔνθα καὶ σημείωσαι τὸ τοῦ Ὁμήρου φιλάληθες. οὐ γὰρ ὡς ἀξιόμαχον ἐπεξάγει τῷ ἀνδρειοτάτῳ Αἰνείᾳ τὸν μαλθακὸν πολεμιστὴν Μενέλαον, ἀλλὰ λέγει ὅτι Ἄρης, ἤγουν θυμὸς ἄκαιρος καὶ ἀλόγιστος, ὤτρυνε τὸ τοῦ Μενελάου μένος βῆναι διὰ προμάχων, «τὰ φρονέων, ἵνα χερσὶν ὑπὸ Αἰνείου δαμείη». (v. 565—7) Ἀντίλοχος μέντοι δείσας περὶ τῷ βασιλεῖ, «μή τι πάθῃ, μέγα δέ σφεας» ἤγουν τοὺς Ἕλληνας, «ἀποσφήλειε πόνοιο», ἄγχι μάλα παρίσταται. Ἦν γὰρ ἐν τοῖς καιρίοις ὀξύς, ὡς καὶ ἀλλαχοῦ εἴρηται. (v. 571 s.) «Αἰνείας δὲ οὐκ ἔμεινε, θοός περ ἐὼν πολεμιστής, ὡς εἶδε δύο φῶτε παρ' ἀλλήλοισι μένοντε», ἤγουν ἐγγὺς ἀλλήλων. περὶ οὗ, τί ποτε διαφέρει τοῦ ἐν ἀλλήλοις, δηλοῦται ἑτέρωθι. Καὶ ὅρα ὅπως ἀγαθοὶ ἐν ἀνάγκαις οἱ δύο ὑπὲρ τὸν ἕνα. κατὰ γὰρ τὴν παροιμίαν «εἷς ἀνὴρ οὐδεὶς ἀνήρ». Σημείωσαι δὲ καὶ ὅτι οὐκ εἶπεν, «ὡς εἶδε δύο ἄνδρε», ἵνα μή τις τοὺς ἀνδρείους μόνους νοήσῃ, ἀλλὰ ἁπλῶς δύο φῶτε. ἀγαθοὶ γὰρ ὅπως ἂν ἔχοιεν ἀρετῆς οἱ δύο. —[Διὸ κατὰ τὴν παροιμίαν «πρὸς δύο οὐδὲ Ἡρακλῆς»]—Εἰ