Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.152
Not analysed yet
δή τινος μέμνηται καὶ Σοφοκλῆς, ἀλλά που καὶ ἐλεφαντόνωτοι, ὡς πολλαχοῦ καὶ τότε παρρησιαζομένων τῶν ἐλεφαντίνων ὀστῶν.] (v. 585—7) Ὅτι Μύδων τις ἡνίοχος, ξίφει τὴν κόρσην πληγείς, «ἀσθμαίνων εὐεργέος ἔκπεσε δίφρου κύμβαχος ἐν κονίῃσιν, ἐπὶ βρεχμὸν δὲ καὶ ὤμους δηθὰ μάλ' εἱστήκει», διὰ τὸ τὴν κεφαλὴν αὐτοῦ οἷον βυθισθῆναι χωσθεῖσαν ἀμάθῳ βαθείᾳ ὑποκειμένῃ, ὡς δηλοῖ τὸ «τύχε γάρ ῥ' ἀμάθοιο βαθείης», ἤγουν γῆς ἀμμώδους. Ἀμμώδης γὰρ ἡ ἄμαθος καὶ οὐκ ἄμμος αὐτόχρημα. Καὶ σημείωσαι τὴν ἀσφάλειαν τῆς γραφῆς. οὐ γὰρ ἦν δυνατὸν ἐπὶ μόνον βρεχμὸν ἵστασθαι τὸν πεσόντα νεκρόν, εἰ μὴ καὶ ἐπὶ ὤμους ἔκειτο, πλάτος προσλαβόμενος καὶ οὕτω δυνάμενος ἵστασθαι κύμβαχος. (v. 586) Ἔστι δὲ τὸ κύμβαχος ταὐτὸν τῷ ἐπὶ κεφαλήν. Ἔοικε γὰρ οὐ μόνον ἐπὶ ὀστρακοδέρμων κύτους ἡ κύμβη λέγεσθαι, ἀλλὰ καὶ ἐπὶ κεφαλῆς κατά τινα γλῶσσαν. ὅθεν καὶ κυβιστᾶν τὸ ἐπὶ κεφαλὴν καθάλλεσθαι. Ἔστι δὲ καὶ κυμβαῖον εἶδός τι ποτηρίου, ὡς Παυσανίας ἐν τῷ οἰκείῳ φησὶ Λεξικῷ. Παρὰ τὸ κυφόν δέ, φασίν, ἐτυμολογεῖται ἡ κύμβη, ὡς περιφερής. ὁ δέ γε κύμβαχος ἢ ἔχει τι ὀνοματοποιΐας διὰ τὸν δοκοῦντα ἐγκεῖσθαι αὐτῷ ἦχον ἢ ἐκ παραγωγῆς ἔχει τὸ χ, ἵνα ᾖ, ὡς τιμή τίμαχος. ὅθεν κύριον Δωρικὸν ὁ Τιμαχίδας, οὕτω καὶ κύμβη κύμβαχος. Σημαίνει δέ, φασίν, ἡ λέξις καὶ τὸ τῆς περικεφαλαίας ἄκρον, ᾧ ἐνίεται ὁ λόφος, ὡς τὸ «κύμβαχον ἀκρότατον νύξ' ἔγχεϊ». Τὸ δὲ ῥηθὲν κυμβαῖον ποτήριον κυμβίον ἕτεροι γράφουσι, λέγοντες καὶ