Ancient Greek · ~4 min
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.153
Not analysed yet
ὅτι ἔοικε κατὰ σχῆμα πλοίῳ καλουμένῳ κύμβῃ, ἐξ οὗ [ἴσως] καὶ παρωνόμασται. Εἴη δ' ἂν ἴσως τοιοῦτον πλοῖον ἡ κοινῶς ὀνομαζομένη πρός τινων ξυλοκουμβάρα, [ὡς δῆθεν ἐκ παραφθορᾶς τοῦ κύμβη, ἵνα ᾖ τὸ σκῶμμα ξυλοκύμβη, λεγόμενον ἐπὶ γυναικῶν, αἷς οὔτε κάλλος ἐπανθεῖ οὔτε σύμμετρον μέγεθος.] Τοῦ δὲ ῥηθέντος κυμβίου ἡ γραφὴ κατὰ τὸ ἱστίον καὶ ἰσχίον, ὥς φασιν οἱ παλαιοί. (v. 580) Ὁ δὲ Μύδων τὸ κύριον πρὸς διαστολὴν βαρύνεται τῆς μυδῶν μετοχῆς. (v. 586) Τὸ δὲ «ἐπὶ βρεχμὸν καὶ ὤμους» οἷον ἐπεξηγητικόν ἐστι κατὰ Ὁμηρικὴν συνήθειαν τοῦ κύμβαχος. Βρεχμός δὲ διὰ τοῦ χ τὸ ἄνω τοῦ μετώπου. λέγεται δὲ καὶ κοινῶς βρέγμα διὰ τοῦ γ. Καλεῖται δὲ οὕτω διὰ τὸ οἷον βεβρέχθαι τοῦτο τὸ μέρος καὶ ὑγρότατον εἶναι καὶ ἁπαλὸν τοῖς βρέφεσιν. Οὕτω καὶ ῥῆγμα λέγομεν διὰ τοῦ γ καὶ ῥωχμόν διὰ τοῦ χ, καὶ διωγμόν καὶ ἰωχμόν καὶ ἄλλα. Περὶ δὲ βρέγματός φησι καὶ Ἀριστοτέλης, ὅτι λεπτότατον ὀστοῦν ἐστι καὶ ἀσθενέστατον τῆς κεφαλῆς. (v. 587) Τὸ δὲ τύχε καιριωτάτη λέξις, δηλοῦσα τὸ κατὰ τύχην εὗρεν. [Ἐνταῦθα δὲ ὅρα καὶ ὡς οὐ ταὐτὸν ψάμαθον