Ancient Greek · ~9 min
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.159
Not analysed yet
δηλοῖ τὸ ἐν ὑπογύῳ καὶ πρόχειρον καὶ ὡς εἰπεῖν ἐν χερσί. Πρὸ δὲ τούτων καὶ «μάλα ἄγχι» εἶπε. τοῦτο δὲ καὶ ἄγχιστα λέγεται, οἷον «θανάτῳ ἄγχιστα ἐοικώς». (v. 612) Παισός δὲ πόλις μεταξὺ Παρίου καὶ Λαμψάκου, ἥτις, ὡς προδεδήλωται, καὶ μετὰ τοῦ α λέγεται Ἀπαισός, οἷον «δῆμον Ἀπαισοῦ». Λέγεται δέ, φασί, Παισός, διότι ἐκεῖ που ἡ Ἀργὼ ὑπὸ πνευμάτων ἀντιπνόων ἀνεπαίσθη ἤτοι ἀντεκρούσθη, ὅτε καὶ τῇ Κίῳ προσωρμίσθη. [(v. 616) Ὅτι νείαιραν κἀνταῦθα γαστέρα φησὶν ἢ τὸ τῆς γαστρὸς νείατον ἤγουν ἔσχατον, ἢ ἐπιθετικῶς, δι' ἧς νέονται τὰ σιτία, καθὰ προείρηται. Καὶ ἔστι τὸ ἀπαθὲς νέαιρα, ὃ καὶ κύριον ἐστὶ παρὰ τοῖς ὕστερον ὄνομα. παρὰ τὸ νέα μέντοι ἐκεῖνο, ἵνα δηλοῖ τὴν νεαράν, ὅ τις καὶ ἐπὶ τῆς γαστρὸς ἀστεΐσεται διὰ τὸ ἐνδελεχῶς νεάζειν αὐτὴν εἰς ὄρεξιν. Ἔστι δὲ καὶ παρ' Ὁμήρῳ ἐν Ὀδυσσείᾳ κύριον ὄνομα Νέαιρα.] (v. 617—26) Ὅτι ἐπέδραμε μὲν «φαίδιμος Αἴας τεύχεα συλήσων», τὰ τοῦ δηλωθέντος Ἀμφίου, «Τρῶες δ' ἐπὶ δούρατ' ἔχευαν ὀξέα, παμφανόωντα. σάκος δ' ἀνεδέξατο πολλά. αὐτὰρ ὃ λὰξ προσβὰς ἐκ νεκροῦ χάλκεον ἔγχος ἐσπάσατο, οὐδ' ἂρ ἔτ' ἄλλα δυνήσατο τεύχεα καλὰ ὤμοιϊν ἀφελέσθαι. ἐπείγετο γὰρ βελέεσσι. δεῖσε δ' ὅ γ' ἀμφίβασιν κρατερὴν Τρώων ἀγερώχων, οἳ πολλοί τε καὶ ἐσθλοὶ ἐφέστασαν ἔγχε' ἔχοντες. οἵ ἑ», ἤγουν αὐτόν, «μέγαν περ ἐόντα καὶ ἴφθιμον καὶ ἀγαυὸν ὦσαν ἀπὸ σφείων. ὃ δὲ χασάμενος πελεμίχθη». Καὶ ὅρα ὅπως ὁ Αἴας εἴκει οὐχ' ἁπλῶς ἑνί τινι, ἀλλ' ἀνδράσι, καὶ αὐτοῖς πολλοῖς, καὶ οὐ τοῖς τυχοῦσιν, ἀλλὰ καὶ ἐσθλοῖς—οὐ γὰρ ἂν εἶξεν ἑτεροίοις τισί—, καὶ ὅπως διὰ τοῦ «δούρατα ἔχευαν» τὸ πλῆθος τῶν δοράτων δηλοῖ. Καὶ σημείωσαι ὅτι ὁ μεθ' Ὅμηρον εἰκάσας τὸ πλῆθος τῶν βελῶν νέφεσιν ἐξ Ὁμήρου τὸ νόημα ἔλαβεν, ὃς ὄμβρου καταφορᾷ παραβάλλειν ἔοικε τὴν τῶν πολλῶν δοράτων ἐπάφεσιν. τούτου γάρ πώς ἐστι δηλωτικὸν τὸ ἔχευαν. [Τοιαύτης δὲ ἐννοίας, ὅσα καὶ μητρὸς ἔκγονον, καὶ τὸ χυδαῖον σαγιτοβρόχον.] (v. 619) Ὅρα δὲ καὶ τὸ καίριον καὶ τὴν συντομίαν καὶ τὸ ἐπιφωνηματικὸν τοῦ «σάκος δ' ἀνεδέξατο πολλά». οὐκ ἂν γάρ τις κάλλιον εἴπῃ οὔτε στενώσας οὔτε πλατύνας τὸ νόημα. εἴπῃ δ' ἄν τις αὐτὸ παροιμιωδῶς καὶ ἐπὶ τοῦ πολλὰ δυσχερῆ ὑπομείναντος. Ἀστεϊζόμενος δέ τις κωμικώτερον καὶ ἐπὶ πτωχοῦ πολλὰ ἐπισαττομένου