Ancient Greek · ~8 min
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.158
Not analysed yet
ἀντωνυμίαι. Περὶ δὲ τοῦ πάρα ἰστέον, ὅτι οὐ μόνον ἀντὶ τοῦ πάρεστι καὶ πάρεισι λαμβάνεται, ἀλλὰ καινότερον καὶ ἀντὶ τοῦ πάρειμι πρώτου ἑνικοῦ προσώπου, ὡς ἐν παλαιῷ Περὶ παθῶν σκέμματι φέρεται, ὅπου καὶ χρῆσις κεῖται αὕτη «τίς ἐσθ' ὁ πωλῶν τἀνδράποδα; ἐγὼ πάρα». (v. 605 s.) [Ὅτι τὸ ἀλλὰ πρὸς τοὺς δεῖνα «τετραμμένοι, αἰὲν ὀπίσσω εἴκετε μηδὲ θεῷ μενεαινέμεν», ἤγουν προθυμεῖσθε, «ἶφι μάχεσθαι», φυγὴν ἐκ μάχης παραινεῖ ἀντιπρόσωπον εὐσχημόνως, ὡς καὶ πρὸ βραχέων ἐδηλώθη, ὅτε μὴ θεὸς βοηθοίη τοῖς καταπονουμένοις.] (v. 609) Ὅτι δοκεῖ μὲν ὁ Μενέσθης πρωτότυπον εἶναι τοῦ Μενεσθεύς, οὐκ ἔχει δὲ ταὐτοσήμως πρὸς ἐκεῖνο πάντῃ κατὰ τὸ ἡνίοχος ἡνιοχεύς καὶ Αἰθίοψ Αἰθίοπος, Αἰθιοπεύς. ὁ μὲν γὰρ περιώνυμος βασιλεὺς Ἀθηναίων, ὁ δὲ Μενέσθης ἑτεροῖος, ὃς καὶ πίπτει ἐνταῦθα ὑπὸ τῷ Ἕκτορι. (v. 612 s.) Ὅτι Ἄμφιός τις Σελάγου υἱὸς ἦν ἀπὸ Παισοῦ πόλεως, πολυκτήμων, πολυλήϊος, καὶ τάχα διὰ τοῦτο καὶ φιλόζῳος, εἴγε δειλὸν ὁ πλοῦτος καὶ φιλόψυχον κακόν. (v. 613—5) Ἀλλ' ἡ μοῖρα, φησίν, ἦγε καὶ αὐτὸν ἐπικουρήσοντα Τρωσίν, ὃν καὶ ἀνεῖλεν Αἴας μάλα ἐγγὺς ἐλθὼν καὶ ἀκοντίσας, ὅτε ἠλέησε δύο τινὰς Ἀχαιούς, οὓς ἐν ἑνὶ δίφρῳ ὄντας ὁ Ἕκτωρ κατέκτανε. Σημείωσαι δὲ ἐνταῦθα, ὅπως τὸν μὲν Ἄμφιον καὶ ἐγενεαλόγησε καὶ ἐπῄνεσεν, ὡς ἂν εἴη λαμπρὸν τὸ ἐπ' αὐτοῖς ἔργον τῷ Αἴαντι, τοὺς δὲ δύο, οὕς, ὡς εἴρηται, ἀνεῖλεν ὁ Ἕκτωρ, σιγῇ παρέδραμε, μόνον εἰδότε χάρμης ἐκείνους εἰπών. Καὶ ὅρα ὅπως τὸ εἰδότας μόνον αὐτὸ καθ' αὑτὸ καὶ νῦν γενικῇ συνέταξεν. Ἰστέον δὲ ὅτι καὶ πρὸ ὀλίγου Ἕλληνας δύο ὑπὸ τῷ Αἰνείᾳ ἀνελὼν οὐδὲν ἧττον ἐσεμνολόγησε καὶ αὐτοὺς καὶ ἐγενεαλόγησεν, ὡς ἂν ἐκεῖ αὐξήσῃ τὸ τοῦ Αἰνείου ἔργον, μένος ἀναλαβόντος ἐσθλὸν ὑπὸ Ἀπόλλωνος καὶ ἀνδρισαμένου καὶ μέγα ποιήσαντος. (v. 611) Τὸ δὲ «μάλα ἐγγύς» πρὸ ὀλίγου «μάλα σχεδόν» εἶπεν, ὥστε ταὐτὸν τὸ σχεδόν καὶ τὸ ἐγγύς, τὸ μὲν ἀπὸ τοῦ σχῶ σχήσω, ἵνα δηλοῖ τὸ ἐχόμενον ἤτοι ἁπτόμενον, τὸ δὲ ἀπὸ τῆς ἐν προθέσεως καὶ τοῦ γῦια, ὃ δηλοῖ τὰς χεῖρας, ἵνα