Ancient Greek · ~6 min
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.161
Not analysed yet
Καὶ οὕτως ἐλέγχει ὁ ποιητὴς ἠρέμα τοὺς ἄλλως μὲν ἀγεννεῖς, ἐπὶ δὲ πατράσι καὶ μόνοις αὐχοῦντας κἀντεῦθεν πρωτεύειν ἐθέλοντας. (v. 638—42) Ὅρα δὲ καὶ τὴν τοῦ Ὁμήρου ἀμφίστομον κἀνταῦθα ῥητορικὴν καὶ τὸ οἷον εἰπεῖν ἐκείνου ἀμφοτερόγλωσσον. Τὸν Ἡρακλέα γὰρ ἐγκωμιάζει μὲν ὁ υἱὸς ἐκείνου Τληπόλεμος, ἐν οἷς λέγει «ἀλλ' οἷόν τινά φασι βίην Ἡρακληείην εἶναι, ἐμὸν πατέρα θρασυμέμνονα, θυμολέοντα». Ἐκτίθεται δὲ καὶ ὅπως Ἡρακλῆς ποτε ἐλθὼν εἰς Τροίαν «ἕνεκα ἵππων Λαομέδοντος ἓξ οἴῃς», ἤγουν μόναις, «σὺν νηυσὶ καὶ ἀνδράσι παυροτέροισιν Ἰλίου ἐξαλάπαξε πόλιν, χήρωσε δὲ ἀγυιάς», ὅ ἐστιν ἐρήμους ἀνδρῶν ἐποίησε, καὶ ἑξῆς. (v. 642) Ἔνθα ὅρα ὅπως τὸ ἐχήρωσεν οὐκ ἐπὶ λογικῶν ἢ ὅλως ἐμψύχου τινὸς τέθειται. Οὕτω καὶ ἐν Ὀδυσσείᾳ νῆσος ἔρημος ἡ πρὸ τῶν Κυκλώπων χηρεύειν εἴρηται ἀνδρῶν. Κυρίως μέντοι χήρα γυνὴ ἡ μετὰ θάνατον ἀνδρὸς ἢ καὶ γάμου διάλυσιν μηδενὶ συνοικοῦσα. [Οὕτω δὲ καὶ χῆρος ἀνήρ ὁ μηκέτι γυναῖκα ἔχων, ὡς ὁ γραμματικὸς Ἀριστοφάνης φησὶ λέγων καί, ὡς χηρωστής ὁ ἀγχιστής, ὃ καὶ σημείωσαι.] Καὶ οὕτω μὲν ὁ Τληπόλεμος ὑπὲρ τοῦ πατρὸς Ἡρακλέος λαλεῖ. (v. 647—51) Ὁ δέ γε Σαρπηδὼν καταψεύσασθαι μὲν τῆς Ἡρακλέους στρατηγίας ἢ ἀνδρίας οὐκ ἔχει, ἵνα μὴ τοῖς ὡμολογημένοις ἀναισχύντως ἀντιβαίνῃ, σμικρύνει δὲ ἄλλως καὶ ἐξευτελίζει τὸ μεγαλεῖον ἐκείνης τῆς πράξεως, λέγων «Τληπόλεμ', ἤτοι κεῖνος ἀπώλεσεν Ἴλιον ἱρὴν ἀνέρος ἀφραδίῃσιν», ἤγουν κακοβουλίαις, «ἀγαυοῦ Λαομέδοντος, ὅς ῥά μιν εὖ ἔρξαντα», ἤγουν εὐεργετήσαντα διὰ τοῦ ἀνελεῖν μὲν τὸ κῆτος, περισώσασθαι δὲ τὴν θυγατέρα Ἡσιόνην, «κακῷ ἠνίπαπε μύθῳ», ἤγουν λόγοις ἐπέπληξεν οὐκ ἀγαθοῖς, «οὐδ' ἀπέδωχ' ἵππους, ὧν εἵνεκα τηλόθεν ἦλθε».