Ancient Greek · ~9 min
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.162
Not analysed yet
Τοιαῦτα καὶ τὰ τοῦ Σαρπηδόνος, ἐν οἷς, συνελόντα εἰπεῖν, οὐ τοσοῦτον τὴν Ἡρακλέους ἀνδρίαν αἰτίαν τοῦ τὴν Τροίαν τότε ἁλῶναι δηλοῖ, ὅσον τὴν Λαομέδοντος ἀδικίαν. Καὶ ἐχρῆν μέν, ὥς φασιν οἱ παλαιοί, τὸν Σαρπηδόνα εἰπεῖν, ὅτι τότε ὁ Λαομέδων δικαίως πολεμούμενος ἔπαθεν, εἶτα ἐπαγαγεῖν, ὅτι σὺ δὲ νῦν ἀδίκως πολεμῶν οὐκ ἀνύσεις. ὁ δὲ θυμῷ ἐχόμενος, ἐγκόπτει τὸν λόγον καὶ ἀφίησιν ἀτελῆ. τάχα δὲ οὐδὲ εἶχεν εἰπεῖν τοῦτο. οὐ γὰ ἀδίκως ὑπερμαχεῖ ὁ Τληπόλεμος τοῦ Μενελάου. (v. 648 s.) Σημείωσαι δὲ καί, ὅτι ἐν τῷ «ἐκεῖνος ἀπώλεσεν Ἴλιον» ἔοικεν ὁ Σαρπηδὼν ὀκνεῖν ἐξ ὀνόματος μνησθῆναι τοῦ Ἡρακλέους, ἀχθόμενος ἐπὶ τοῖς ἐκείνου. Διὸ αὐτὸν μὲν οὐδ' ὅλως ὠνόμασε, τοῦ δὲ Λαομέδοντος μετὰ ἐπαίνου ἐμνήσθη, εἰπὼν ἀγαυὸν Λαομέδοντα. Ἀναμνηστέον δὲ καὶ ἐνταῦθα τῶν προρρηθέντων περὶ τοῦ τὸν Ὅμηρον μὴ μόνον τὰ πρὸ τοῦ δεκάτου ἔτους τῆς μάχης καὶ τὰ μετ' αὐτὸ ἐνείρειν τῇ Ἰλιάδι, ἀλλὰ καὶ ἑτέρας ἱστορίας, ὧν οὐδέν τι μέτεστι τῷ Τρωϊκῷ τούτῳ πολέμῳ. ἰδοὺ γὰρ καὶ τὰ κατὰ Ἡρακλέα καὶ Λαομέδοντα πρὸ τούτων μὲν γέγονε τῶν πολέμων, δεξιώτατα δὲ τοῖς νῦν πραττομένοις παρενεβλήθη ὑπὸ τοῦ ποιητοῦ. (v. 638) Σημείωσαι δὲ καὶ ὅτι διάφοροι Ἡρακλέες ἱστοροῦνται, ὡς δηλοῖ ὁ εἰπών, ὅτι ἐν τῷ «ἄλλος οὗτος Ἡρακλῆς», ὅπερ ἐπὶ Θησεῖ παροιμιωδῶς ἐλέχθη, ἄδηλον, ἢ ἐπὶ τῷ Ἰδαίῳ Δακτύλῳ Ἡρακλεῖ ἐρρέθη ἢ τῷ τῆς Ἀλκμήνης. Αἴλιος δὲ Διονύσιος τοῦτό φησι. Παυσανίας δὲ ἱστορεῖ, ὅτι τὸ «ἄλλος οὗτος Ἡρακλῆς» παροιμία ἐστὶν ἐπὶ Θησεῖ ἢ ἑνὶ τῶν Ἰδαίων Δακτύλων, οἱ δὲ ἐπὶ τῷ Αἰγυπτίῳ Ἡρακλεῖ, οἱ δὲ ἐπὶ τῷ τῆς Ἀλκμήνης. καὶ ὧδε μὲν ταῦτα. (v. 6524) Ὁ δὲ Σαρπηδὼν ἁρπάσας οἷον τὸ μονομαχῆσαι κατὰ τοῦ ἀλαζόνος καὶ εἰπὼν «σοὶ δ' ἐγὼ ἐνθάδε φημὶ φόνον καὶ κῆρα μέλαιναν ἐξ ἐμέθεν τεύξεσθαι, ἐμῷ δ' ὑπὸ δουρὶ δαμέντα εὖχος ἐμοὶ δώσειν, ψυχὴν δ' Ἄϊδι κλυτοπώλῳ», καὶ οὕτω μερίσειν ὡς ἐπιθανάτιόν τινα δωρεὰν ταύτην, ἐμοί τε καὶ τῷ Ἅιδῃ, ὡς ἐμὲ μὲν εὖχος ἔχειν ἐπὶ σοί, ἐκεῖνον δὲ τὴν σὴν ψυχὴν κάτω γενομένην, εὐθὺς ἔργου γίνεται. Καὶ Τληπόλεμος μὲν ἀνέσχετο μείλινον ἔγχος, καὶ αὐτὸς δὲ ὁμοίως. ἀποβαίνει δὲ τὰ κατ' αὐτούς, ὡς ἐν τοῖς ἑξῆς ἱστορεῖται. Ἰστέον δέ, ὅτι οὐδὲν θαυμαστόν, ἐὰν Γλαῦκος μὲν καὶ Διομήδης ἐν τοῖς ἑξῆς ἀνα-