Ancient Greek · ~7 min
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.166
Not analysed yet
καὶ σχῆμα καινοπρεπές, ὅμοιον τῷ «ψυχὴ Τειρεσίου χρύσεον σκῆπτρον ἔχων». Τοιοῦτον γὰρ καὶ ἐκεῖσε τὸ «βίη Ἡρακληείη πέρσας πόλεις,» ἤγουν Ἡρακλῆς πορθήσας, ἵνα καὶ αὐτόθι μὴ πρὸς τὸ ῥητὸν θῆλυ ἀλλὰ πρὸς τὸ νοητὸν ἄρρεν ἡ σύνταξις γένηται. Ὅμοιον δὴ κἀνταῦθα τὸ «ἀλλ' οἷόν τινά φασι βίην Ἡρακληείην εἶναι». τὸ μὲν γὰρ εὐθὺ καὶ κοινὸν ἦν εἰπεῖν· ἀλλ' οἵαν τινά φασι τὴν Ἡρακλέος εἶναι βίαν, ὁ δὲ πρὸς τὸ νοητόν, ἤγουν πρὸς τὸν Ἡρακλῆν, ἀποτεινάμενος ἔφη τὸ «ἀλλ' οἷόν τινα». Εἰ μὴ ἄρα θηλυκοῦ γένους ἐστὶ τὸ οἷον Ἀττικῶς. Τὸ δὲ «φασί» περίφημον καὶ ὡς εἰπεῖν περίφαντον εἶναι τὸν Ἡρακλέα δηλοῖ. (v. 643—5) Ἰστέον δὲ καὶ ὡς ἐν μέσῳ τῶν τοῦ Τληπολέμου λόγων κεῖται ψόγος ἐπὶ δειλίᾳ στρατηγοῦ τὸ «σοὶ δὲ κακὸς μὲν θυμός, ἀποφθινύθουσι δὲ λαοί». Τὸ δὲ ἐφεξῆς ἀπειλητικόν ἐστι κατὰ βοηθοῦ ἀλυσιτελοῦς παρῳδηθέν, οἷον «οὐδέ τί σε τοῖς δεῖνα ὀΐομαι ἄλκαρ ἔσεσθαι, οὐδ' εἰ μάλα καρτερός ἐσσι». (v. 646) Εἶτα ὅρα ὅτι πολλαχοῦ φιλοτίμως ἔχων εἰς τὸ φράζειν ὁ ποιητὴς ποιεῖ αὐτὸ καὶ ἐνταῦθα, τὸ ἀποθανεῖν διὰ μὲν τοῦ Γλαύκου εἰπὼν πύλας Ἀΐδαο περήσειν, διὰ δὲ Σαρπηδόνος ψυχὴν Ἄϊδι δοῦναι. Ἰστέον δὲ καὶ ὅτι τὸ «πύλας Ἅιδου περήσειν», ἤγουν εἰς Ἅιδην ἀπελθεῖν, μύθου ἤρτηται τοῦ πέραν περὶ τὰ τοῦ Ὠκεανοῦ ἑσπέρια πλάττοντος εἶναι τὸν Ἅιδην, ὡς καὶ ἐν τῇ Ὀδυσσείᾳ φαίνεται. (v. 651) Τὸ δὲ ἀπέδωκε τὸ χρεωστικῶς δοῦναι δηλοῖ. (v. 654) Τοῦ δὲ κλυτοπώλου ἡ εὐθεῖα ἔοικε προπαροξύνεσθαι κατὰ τὸ εὔπωλος. Ἔστι δὲ τοιοῦτος Ἅιδης, οὗ κλυτὴ ἡ ἐπιπώλησις, ἤτοι ἔφοδος. μηνύουσι γὰρ τοὺς θανόντας οἱ ἐπ' αὐτοῖς θρῆνοι. ἢ ὁ κλυτοὺς ἔχων ἵππους. πανταχοῦ γὰρ οἶδε φθάνειν ὁ θάνατος. Εἰκασθείη δ' ἄν ποτε κλυτοπώλῳ Ἅιδῃ ἀστείως καὶ ὁ δι' ἱπποτροφίας ἐπιτρίβων τινάς. Τὸ δὲ «ἀνέσχετο ἔγχος» Ὁμήρῳ ἀρέσκει