Ancient Greek · ~7 min
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.165
Not analysed yet
Τὸ δὲ βουληφόρε ὑποκρύπτει σκῶμμά τι, ὡς δῆθεν μὴ ἀνδρείου τοῦ Σαρπηδόνος ὄντος ἀλλὰ μόνον βουλευτοῦ. Διὸ καὶ ὑποκατιὼν ἀδαήμονα μάχης αὐτὸν λέγει, καὶ ἀντὶ τοῦ «τίς ἀνάγκη ἐνταῦθά σε εἶναι;» «τις τοι ἀνάγκη», φησί, «πτώσσειν ἐνθάδε», τὸ διατρίβειν εἰς τὸ πτώσσειν μεταλαβών, [ὡς καὶ ἀλλαχοῦ «ἐνθάδε ἔρρων» φησὶν ἀντὶ τοῦ «ἐπὶ φθορᾷ διατρίβων».] Τὸ δὲ «τίς τοι ἀνάγκη» φανερῶς δηλοῖ μὴ ἀναγκαστὸν ἀλλ' ἑκούσιον εἶναι τὸν Σαρπηδόνα σύμμαχον τοῖς Τρωσίν. Ἰστέον δὲ καὶ ὅτι ἐπὶ παντὸς ἀνάνδρου, μάτην παρόντος τῇ μάχῃ, δύναται λέγεσθαι τὸ «τίς τοι ἀνάγκη πτώσσειν ἐνθάδ' ἐόντι, μάχης ἀδαήμονι φωτί», [ὃ καὶ κατὰ αἰτιατικὴν πτῶσιν λεχθὲν ἀσολοίκιστόν ἐστι διὰ τὸ πτώσσειν, ἵνα ἦν «τίς σοι ἀνάγκη πτώσσειν σε ὧδε ἀπόλεμον ὄντα».] Καὶ ὅρα ὅτι οὐ λέγει πτήσσειν ἀλλὰ πτώσσειν, ἐξ οὗ καὶ τὸ πτωσκάζειν καὶ πτώξ λαγῳός. Καὶ σημείωσαι τὸ σφοδρὸν καὶ καταφορικὸν τῆς λέξεως. (v. 635—7) Πρὸς δὲ τὸν μάτην ἐξισούμενον παλαιοῖς ἀγαθοῖς ἀνδράσι παρῳδήσας μικρὸν εἴπῃ ἄν τις τό· ψευδόμενοι δέ σέ φασι τοιόνδε τινὰ εἶναι, ἐπεὶ πολλὸν κείνων ἐπιδεύεαι ἀνδρῶν, οἳ τοιοίδε ἐγένοντο ἐπὶ προτέρων ἀνθρώπων. (v. 638 s.) Τὸ δὲ «ἀλλ' οἷόν τινά φασιν εἶναι ἐμὸν πατέρα θρασυμέμνονα, θυμολέοντα» υἱὸς ἂν εἴπῃ, σεμνυνόμενος ἐπὶ πατρὶ ἀνδρείῳ ἀποιχομένῳ. Ἐνταῦθα δὲ σημείωσαι καὶ ὅτι τὸ θρασυμέμνων, ἤγουν θρασὺς καὶ μένων, σύνθεσίς ἐστι τοῦ μένος καὶ θάρσος, ὃ φθάσας εἶπεν ἐπὶ τοῦ Διομήδους, καὶ ὅτι τὸ θρασύς ἐνταῦθα οὐ ψόγον ἔχει, ἀλλ' ἴσον ἐστὶ τῷ θαρραλέος. Ἡ δὲ ἀνάγνωσις τοῦ θρασυμέμνων ὡς τὸ Ἀγαμέμνων. [Δῆλον δ' ἐκ τούτων ὡς καὶ τὸ ἁπλοῦν ὁ μέμνων, καθὰ καὶ ὁ μένων, ἀνδρείους ὑποδηλοῦσι.] (v. 638) Τὸ δὲ «βίη Ἡρακληείη» κεῖται καὶ ἐν τῇ Βοιωτίᾳ, καὶ ἐγράφη περὶ αὐτοῦ ἐκεῖ, ἔνθα κεῖται