Ancient Greek · ~6 min
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.168
Not analysed yet
ο ἐκ τῆς αὐτῆς ἐτυμολογίας τῷ ἐπιρρήματι, ὡς ἔστι γνῶναι καὶ αὐτὸ ἐκ τῶν παλαιῶν. (v. 664) Ὅρα δὲ καὶ ἐνταῦθα τὸ ἐξέφερον, ἤτοι φοράδην ἀπῆγον, τὸν Τληπόλεμον καὶ τὸν Σαρπηδόνα. (v. 665) Τὸ δὲ «οὐκ ἐπεφράσατο οὐδ' ἐνόησε» δοκοῦσι διαφορὰν ἔχειν τινά. Ἐπιφράσασθαι μὲν γὰρ τὸ βουλεύσασθαι καὶ χρόνον τινὰ τρῖψαι τῇ καταλήψει, νοῆσαι δὲ τὸ δίχα βουλῆς ἀχρόνως οἷον τὸ δέον καταλαβεῖν, οἷον «νόησε δὲ δῖος Ὀδυσσεύς», ὃ μετ' ὀλίγα «ὀξὺ νόησε» φησὶν ἐπὶ Ἕκτορος. Ἢ καὶ ἄλλως διαφέρει τὸ νοῆσαι τοῦ ἐπιφράσασθαι ᾧ λόγῳ καὶ Προμηθεὺς καὶ Ἐπιμηθεύς, ὡς προηγεῖσθαι μὲν τὸ νοῆσαι, δευτερεύειν δὲ τὸ ἐπιφράσασθαι, εἰ καὶ ὁ ποιητὴς ἄλλως κατὰ ὑστερολογίαν ἐσχημάτισεν. (v. 656 s.) Ἐν δὲ τοῖς εἰρημένοις καὶ τὸ τάχος τῶν ἀφεθέντων δοράτων ἐμφαίνων οὐχ' ἁπλῶς κινηθῆναι αὐτὰ εἶπεν, ἀλλὰ συντόνως, ὡσεὶ καὶ ἄημα, ὅ ἐστι πνεῦμα. οὗ θέμα τὸ ἄω, οὗ παράγωγον τὸ ἀΐσσω. Ἔφη γὰρ «τῶν μὲν ἁμαρτῇ δούρατα μακρὰ ἐκ χειρῶν ἤϊξαν», ὡσεὶ καὶ ἀκόντων ἐκείνων ἐξώρμησαν οἷά τινα ἔμψυχα. Οὕτω δὲ ὑποκαταβὰς ἔφη ὡς ἐπὶ ἐμψύχου τὸ «αἰχμὴ δὲ διέσσυτο μαιμώωσα», ὅπερ ἐπὶ Ὀδυσσέως μετ' ὀλίγα κυριολεκτῶν ἐρεῖ ἐν τῷ «μαίμησε δέ οἱ φίλον ἦτορ». Ψυχοῖ γὰρ οἷον αὐτονόμως πολλαχοῦ τὰ βέλη ὁ ποιητής, ὅτ' ἂν ἐνθέρμως καὶ μετὰ συντονίας πέμπωνται. (v. 670) Ὅτι Ὀδυσσεὺς ἀλλαχοῦ μὲν τλήμων ὑπὸ τοῦ ποιητοῦ ὀνομάζεται, ἐνταῦθα δὲ τλήμονα θυμὸν ἔχειν λέγεται, ὃ καὶ αὐτὸς ἐκεῖνος δηλοῖ ἐν τῷ «τέτλαθι, κραδίη, καὶ κύντερον ἄλλο ποτ' ἔτλης». ἐξ οὗπερ ἄλλοι τὸν τλησικάρδιον συντεθείκασι. Σημείωσαι δὲ ὅτι κυρίως μὲν τλήμων ὁ εὔτολμος, ὡς καὶ Ἄτλας ὁ οἱονεὶ