Ancient Greek · ~8 min
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.169
Not analysed yet
πολύτλας, Τραγικοὶ δὲ ἐπὶ δυστυχοῦς τὴν λέξιν τιθέασιν, ὡς καὶ τὸ τάλας. (v. 669—73) Φράζει δ' ἐνταῦθα ὁ ποιητὴς οὕτω «νόησε δὲ δῖος Ὀδυσσεύς, τλήμονα θυμὸν ἔχων, μαίμησε δέ οἱ φίλον ἦτορ, μερμήριξε δέ» καὶ ἑξῆς. Ταῦτα δὲ ἀνδρείῳ βουλευτῇ οἰκεῖά εἰσιν, ἐν οἷς τὸ μερμήριξε διασαφητικόν ἐστι τοῦ «μαίμησε δέ οἱ φίλον ἦτορ». Ἐνθυμητέον δ' ἐνταῦθα καὶ ὅτι τὸ ἔχειν καὶ τὸ τλῆναι τὴν γεωργικὴν ἐχέτλην συντίθησιν, ἣν δηλαδὴ ὁ ἔχων τάλας τὸν βίον ἐστίν, [ἢ καί, ἄλλως εἰπεῖν, τλήμων διὰ τὸ ἐργατικόν.] (v. 671—6) Ὅτι πολλαχοῦ ὁ ποιητὴς τὴν τοῦ λόγου προθεωρίαν ἑτέροις δῆθεν ἀνατιθείς, ποιεῖ οὕτω καὶ ἐνταῦθα, καὶ σκοπῶν αὐτός, ποῖον ἂν εἴη κάλλιον, ἆρά γε τὸ ποιῆσαι τὸν Ὀδυσσέα ἐπιτρέχοντα τῷ Σαρπηδόνι ἢ κατὰ τῶν Λυκίων ἀνδραγαθοῦντα, κρίνει διὰ τῆς ῥητορικῆς Ἀθηνᾶς, ἤτοι τῆς κατ' αὐτὸν δεινότητος, κάλλιον τοῦτο εἶναι. Τὸ γὰρ ἐπιδραμεῖν τῷ Σαρπηδόνι ἀλυσιτελές. οὐ γὰρ μόρσιμον ἦν, φησί, θανεῖν ἐκεῖνον ὑπὸ τῷ Ὀδυσσεῖ. Καὶ οὕτω σκοπήσας αὐτὸς καὶ ἐπικρίνας ἐν σχήματι καταστάσεως καὶ προεκθέσεως, εἶτα πλάττει τὸν Ὀδυσσέα σκοποῦντα, ἢ προτέρω, ἤγουν προσωτέρω, περαιτέρω, διώκοι τὸν Σαρπηδόνα, ἢ πλεόνων Λυκίων ἀπὸ θυμὸν ἕλοιτο. (v. 676—8) Καὶ λέγει, ὅτι ἡ Ἀθηνᾶ, τουτέστιν ἡ ἐν τῷ Ὀδυσσεῖ φρόνησις, κατὰ πληθὺν Λυκίων τράπεν, ἤγουν ἔτρεψε, τὸν τοῦ Ὀδυσσέως θυμόν, οἷς καὶ ἐμπεσὼν ἀναιρεῖ Κοίρανόν τέ τινα καὶ Ἀλάστορα Χρόμιόν τε Ἄλκανδρόν τε καὶ Ἅλιον καὶ Νοήμονα καὶ Πρύτανιν. Καὶ ὅρα ὡς τὸ κοίρανος καὶ ἀλάστωρ καὶ νοήμων καὶ πρύτανις τὰ προσηγορικὰ εἰς κύρια ἐχρησίμευσαν τῷ ποιητῇ, καὶ ὅτι συντόμως ἐπιδραμὼν δυσὶ στίχοις ἑπτὰ κύρια ἐμπεριέλαβε. κατωτέρω μέντοι ἐπὶ Ἕκτορος τρισὶ στίχοις ἓξ κύρια ἐντίθησιν ἀνὰ δύο ἐν ἑκάστῳ στίχῳ διὰ τὸ καὶ ἐπιθέτοις ἐκεῖ κοσμεῖν σεμνότερον τοὺς πίπτοντας Ἕλληνας. (v. 673) Ἐν δὲ τῷ «πλεόνων Λυκίων θυμόν» πλέονας τὴν πληθὺν λέγει. ἐπάγει οὖν «κατὰ πληθὺν Λυκίων». Τοῦτο δὲ πρὸς ἀντιδιαστολὴν τοῦ ἑνός, τοῦ Σαρπηδόνος, ὥστε ἐκ τούτου