Ancient Greek · ~5 min
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.182
Not analysed yet
ἔχει τι κάλλους διὰ τὸ ἰσοφωνεῖν παρὰ γράμμα ἓν τὴν Ἥβην καὶ τὴν Ἥρην, [(v. 724) καθάπερ ἴσως καὶ τὸ «ἤτοι χρυσέη ἴτυς» διὰ τὴν ἐν αὐτῷ ψευδοπαρήχησιν τοῦ ἤτοι καὶ τοῦ ἴτυς.] (v. 720) Ἰστέον δὲ καὶ ὅτι τὸ «ἔντυεν ἵππους», ὅ ἐστιν εὐτρέπιζεν, ὥπλιζεν, ὡς ἀπὸ τοῦ ἔντεα, τὰ ἁπλῶς ὅπλα τῶν ἐν ἀνθρώποις ἔργων ἤτοι ὄργανα, ἐκ θέματός ἐστι τοῦ ἐντύω, ἐξ οὗ τὸ ἐντύνω κατὰ τὸ θύνω, δύνω. (v. 721) Τὸ δὲ «πρέσβα» συγκέκοπται, ὡς ἀλλαχοῦ δηλοῦται. (v. 722) Τοῦ δὲ «καμπύλα κύκλα» προϋπάρχουσιν οἱ καμπύλοι κύκλοι, ἐξ ὧν αὐτὰ μετεπλάσθη, ὡς καὶ τοῦ τράχηλα καὶ λύχνα καὶ δόρπα καὶ ταρσά οἱ τράχηλοι καὶ οἱ λύχνοι καὶ οἱ δόρποι καὶ οἱ ταρσοί. (v. 728) Περὶ δὲ ἄντυγος σημείωσαι ὡς οὐ μόνον ἐπὶ ἅρματος ἡ λέξις ἀλλὰ καὶ ἐπὶ ζυγοῦ κιθάρας κατὰ τοὺς παλαιοὺς ἢ πήχεως, καθ' ὃ σημαινόμενον ἄντυγα χορδῶν Εὐριπίδης φησὶν ἐν Ἱππολύτῳ. Ἔνθα κεῖται καὶ ἀρβύλη, οὐκ ἐπὶ ὑποδήματος, ἐν τῷ «αὐταῖσιν ἀρβύλαισιν ἁρμόσας πόδα», αἳ δηλοῦσι τὸ περὶ τὴν ἄντυγα τοῦ ἅρματος μέρος, ἔνθα, φασίν, ἡ τοῦ ἡνιόχου στάσις ἐστί. [Δῆλον δὲ ὅτι τε εἰς ἓν ἥκει ἐννοίας