Ancient Greek · ~7 min
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.181
Not analysed yet
ἀλληγορίαν τῆς Δημοῦς εἰς τὴν τοῦ ἀέρος φύσιν ὁ ποιητής, οὗ τὰ μὲν περὶ γῆν πεπάχυνται καὶ οὐ πολὺ μὲν ἔχουσι τὸ λαμπρόν, ὡς οὐδὲ ὁ χαλκὸς οὐδὲ ὁ σίδηρος, ἔχουσι δ' ὅμως καί τι φαεινὸν καὶ οἷον χρύσεον ἐξ ἡλίου, ᾧ ἀνάκειται ὁ χρυσός. τὰ δὲ ἀνωτάτω καθαρώτατά εἰσι καὶ ἀρρύπαντα διὰ τὸ πάντῃ ἀνέφελον καὶ διὰ τοῦτο οἷον ἀργυρᾶ καὶ χρυσᾶ. Οὕτω γὰρ καὶ ὁ χρυσὸς ἰοῦ ἀνεπίδεκτός ἐστι καὶ λαμπρός. διὸ καὶ ἄφθιτος καὶ καλὸς λέγεται, καὶ τὰ ἐξ αὐτοῦ ἔργα καλά. (v. 727) Ἰστέον δὲ ὅτι καὶ ἐν τῷ «ἀργυρέοις ἱμᾶσι» παράχρησιν ἔχει τὸ ἱμᾶσι δι' ἀπορίαν ἄλλης λέξεως. κυρίως γὰρ ἀπὸ δερμάτων οἱ ἱμάντες, ἐξ ὧν καὶ ἱμάσθλη καὶ ἱμονιά. (v. 730 s.) Τὸ δ' αὐτὸ νοητέον καὶ εἰς τὰ χρυσᾶ λέπαδνα. λέπαδνα γὰρ κυρίως πλατεῖς ἱμάντες, οἷς ἀναδεσμοῦνται οἱ τράχηλοι τῶν ἵππων πρὸς τὸν ζυγόν, παρὰ τὸ λέπω, τὸ λεπίζω, λέπανον, ὡς ξέω ξόανον καὶ κόπτω κόπανον, καὶ πλεονασμῷ τοῦ δ λέπαδνον. Τινὲς δὲ λέπαδνα τοὺς μασχαλιστῆράς φασιν. Ἐνταῦθα δὲ σημείωσαι καὶ ὅτι τε ἔκφρασιν θειοτέρου ἅρματος Ὅμηρος πεποίηται, οἷα μὴ θελήσας εἰς εὐτελὲς ἅρμα καὶ θνητὸν ἑαυτὸν ἀπασχολῆσαι, καὶ ὅτι μέρη ἅρματος προέθετο διασκευαστικῶς διδάξαι, ἅ εἰσι τὰ κύκλα, ὁ ἄξων καὶ τὰ ἑξῆς, ἵνα καὶ τῶν τοιούτων ἐπιστήμων εἴη ὁ ἀκροατὴς διὰ πολυμάθειαν. Οὐχ' ὑπόκειται δέ τι ξύλον τῷ τῆς Ἥρας ἅρματι. θεῖον γάρ ἐστιν. ὅθεν οὐδὲ ὁ Ἥφαιστος ἀπὸ ξύλων σκευάζει τὰ Ὀλύμπια δώματα. (v. 721 s.) Ὑπηρετητικὴ δὲ καὶ ἐνταῦθα ἡ Ἥβη. καὶ Ἥρη μὲν περὶ τοὺς καὶ ἀλλαχοῦ κειμένους χρυσάμπυκας ἵππους, Ἥβη δὲ περὶ τὸ ἅρμα πονεῖται. ἔνθα ἑνὸς μὲν στίχου πρόκειται τὸ Ἥρη, ἑτέρου δὲ τὸ Ἥβη, ὅπερ