Ancient Greek · ~5 min
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.184
Not analysed yet
ἀνδρείου ἱματίου ὁ πέπλος τίθεται, δηλοῖ που Εὐριπίδης, καὶ Σοφοκλῆς δὲ ἐν Τραχινίαις, ὃς τὸν Ἡρακλέος χιτῶνα, ὃν ἔβαψε Δηϊάνειρα τῷ ἐκ Νέσου φαρμάκῳ, καὶ εὐαφῆ πέπλον λέγει καὶ καινὸν πέπλωμα καὶ ἐνδυτῆρα πέπλον καὶ θανάσιμον πέπλον. Ὁ μέντοι ῥηθεὶς ἐν τοῖς περὶ Πανδάρου πέπλος καὶ ἡ ἐπ' αὐτῷ ἐτυμολογία ἑτεροιοῦνται πρὸς τὰ ἐνταῦθα, ὡς ἐκεῖ δεδήλωται. (v. 736 s.) Σημείωσαι δὲ ὅτι καὶ ὁ τοῦ Διὸς χιτὼν ὡς οἷά τι τεῦχος, ἤτοι ὅπλον, ὑπόκειται εἶναι. Διό φησιν «ἣ δὲ χιτῶνα ἐνδῦσα Διὸς τεύχεσιν εἰς πόλεμον θωρήσσετο», καὶ αὐτοῖς, οὐ τομοῖς τισιν, ἀλλ' ἢ σειστοῖς κατὰ τὸ «ἐρεμνὴν ἐπισείει αἰγίδα», καὶ δυναμένοις βλάπτειν ἐν μόνῳ τῷ σείεσθαι, ἢ δεινοῖς καὶ σμερδνοῖς καὶ τῇ θέᾳ καὶ μόνῃ βλάπτουσιν. Ὅρα δὲ καὶ ὡς κοινὰ τὰ τοιαῦτα τῷ Διῒ καὶ τῇ Ἀθηνᾷ μυθικῶς μὲν διὰ τὸ φιλτάτην εἶναι αὐτὴν τῷ Διΐ— Κοινὰ δὲ τὰ τῶν φίλων—, ἀλληγορικῶς δὲ διὰ τὸ τῆς φρονήσεως Ἀθηνᾶς οἰκεῖον πρὸς Δία νοῦν. (v. 734) Τὸ δὲ «πατρὸς ἐπ' οὔδει» πρὸς διαστολὴν ἔφη. οὐ γὰρ ἁπλῶς εἰς ἔδαφος ἔχευεν, ἀλλ' εἰς τὸ τοῦ Διός. Ὅτι δὲ καθάπερ ὕδας καὶ ὕδος, οὕτω καὶ οὖδας οὖδος, πολλαχοῦ δηλοῦται. Οὕτω καὶ δέρας δέρος, οἷον «πάγχρυσον δέρος», καὶ γῆρας γῆρος, ἐξ οὗ τὸ γηροβοσκήσειν παρ' Εὐριπίδῃ καὶ τὸ γηροβοσκός παρὰ Σοφοκλεῖ ἐν συστολῇ τοῦ ο, εἰ καὶ οἱ μετ'