Ancient Greek · ~6 min
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.185
Not analysed yet
αὐτοὺς ἐκτείνουσιν ἐν τοῖς τοιούτοις τὴν ρω συλλαβὴν ἀπὸ γενικῆς Ἀττικῆς τοῦ γήρως. (v. 738—42) Ὅτι τὴν αἰγίδα τῆς Ἀθηνᾶς, ἣν καὶ θυσσανόεσσαν λέγει, ὅ ἐστι κροσσωτήν, —Θύσανοι γὰρ οἱ διὰ τοῦ ο μικροῦ γραφόμενοι κροσσοί, οὐ μὴν οἱ διὰ τοῦ ω μεγάλου, οἱ τὰ ὑδροφόρα δηλοῦντες ἀγγεῖα—οὕτως ἐκφράζει «ἀμφὶ δ' ἂρ ὤμοισι βάλετο αἰγίδα θυσανόεσσαν δεινήν, ἣν περὶ μὲν πάντῃ φόβος ἐστεφάνωτο», ἤτοι κύκλῳ περιεῖχεν. «ἐν δ' Ἔρις, ἐν δ' Ἀλκή, ἐν δὲ κρυόεσσα Ἰωκή, ἐν δέ τε Γοργείη κεφαλὴ δεινοῖο πελώρου, δεινή τε σμερδνή τε, Διὸς τέρας αἰγιόχοιο». Ταῦτα δὲ ἢ ὡς εἴδωλα ἐντετύπωται, φασί, τῇ αἰγίδι, ἢ ὡς διαθέσεις καὶ δυνάμεις ἄρρητοι καὶ θεῖαί τινες. Δηλοῖ δὲ διὰ τούτων ὁ μῦθος τὰ πολύτροπα τῆς φρονήσεως ἐνεργήματα, ἥτις ἐριστικὴ τοῖς ἐχθροῖς ἐπαιγίζουσα δέος τε ἐμποιεῖ καὶ εἰς φόβον, ἤτοι φυγήν, διώκει καὶ ἀλκὴν ἐνδείκνυται καὶ τὸ γοργὸν καὶ ὀξὺ πρὸς ἐνέργειαν καὶ τὸ καταπληκτικὸν ἔχει πολύ. (v. 743 s.) Λέγει δὲ ἐκφραστικῶς ὁ ποιητὴς καὶ τὸ «κρατὶ δ' ἐπ' ἀμφίφαλον κυνέην θέτο τετραφάληρον, χρυσείην, ἑκατόν», ἤτοι πολλῶν, «πόλεων πρυλέεσιν», ὅ ἐστι πεζοῖς ὁπλίταις, «ἀραρυῖαν». Καὶ ὅρα ὡς μεγίστην κατὰ μῦθον πλάττει τὴν ῥηθεῖσαν κυνέην, εἴγε τοσούτων πόλεων ὁπλίτας καλύπτειν καὶ σκέπειν ἠδύνατο. Καὶ ἔστι καὶ τοῦτο συλλογισμὸς τὸ σχῆμα, εἴτ' οὖν ἔμφασις. Συλλογιστέον γὰρ οἵα κεφαλὴ καὶ τὸ λοιπὸν ἀναλόγως τοῦ σώματος μέγεθος τῇ Ἀθηνᾷ, εἰ τοιαύτην περικεφαλαίαν περιέκειτο. Τινὲς δέ φασιν, οὐχ' ὅτι ἑκατὸν πόλεων ὁπλίτας ἠδύνατο σκέπειν, ὡς τοσούτοις ἀριστεῦσιν ἁρμόσαι δυναμένη, ἀλλ' ὅτι ἑκατὸν πόλεων ὁπλίτας εἶχεν ἐντετυπωμένους