Ancient Greek · ~5 min
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.189
Not analysed yet
εὐθεῖα ταύτης ἡ Γοργών ὡς τρυγών. οὕτω δὲ καὶ ἀηδών μὲν τὸ κοινόν, εὕρηται δὲ καὶ ἀηδοῦς γενική, ὡς Λητοῦς, καὶ κλητικὴ ἀηδοῖ, ὡς χελιδοῖ, παρὰ τῷ Κωμικῷ. Τὸ δὲ πέλωρον τρεῖς πολλαχοῦ ἔχει κινήσεις. λέγεται γὰρ πελώριον καὶ πέλωρ καὶ πέλωρον. (v. 738) Ἰστέον δὲ ὅτι ἀμφιβάλλεται εἴτε ἴδιον φόρημα τῆς Ἀθηνᾶς ἡ αἰγίς εἴτε καί, ὥσπερ τὸν χιτῶνα τοῦ πατρὸς Διός, οὕτω καὶ τὴν ἐκείνου αἰγίδα φορεῖ. πρὸς ὃ δοκεῖ συντελεῖν ἐνταῦθα τὸ «Διὸς τέρας αἰγιόχοιο», ὡς αὐτοῦ μάλιστα ταύτην ὅπλον αὐχοῦντος, ὃς καὶ παρωνυμεῖται αὐτῇ. Καὶ δοκεῖ καθ' ὑπερβατὸν λέγειν, ὅτι ἀμφὶ ὤμοισι βάλετο αἰγίδα, Διὸς τέρας αἰγιόχου. Ὁ δὲ περὶ τῆς αἰγίδος λόγος, ἵνα τις ἐπιτεμὼν καὶ νῦν εἴπῃ τὰ καίρια, τοιοῦτός ἐστιν. Ἡ τοῦ Διὸς αἰγὶς μυθικῶς μὲν κατὰ τὰς λεγομένας τραγέας καὶ κατὰ κρᾶσιν τραγᾶς οὕτω καὶ αὐτὴ εἴη ἂν αἰγέη, τουτέστιν αἰγὸς δέρμα, ὅπερ ὁ Ζεὺς ἐνῆπτο εἰς ἀνάμνησιν αἰγός, ἧς αὐτὸς ἔσπασέ ποτε τὴν θηλήν, ἀφ' ἧς καὶ ἐπεκλήθη αἰγίοχος, ὡς εἰς ὀχήν, ἤγουν τροφήν, αἰγὶ χρησάμενος. Οὕτω δέ τις καὶ λεοντῆν ἢ λυκέην ἢ παρδαλέην ἐνάψεται εἰς μνήμην τινὸς πράξεως. Καὶ ἄλλως δὲ ἡ τοῦ Διὸς αἰγὶς σκεύασμά τι κατὰ τὸν μῦθον πλάττεται ἀπὸ ὕλης τιμίας, αἰγιδοειδές, ἤτοι μηλωτῇ